Pelopidas — Plutarch
Πελοπίδας 1 Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν ὀρθῶς ἀποφαινόμενος. ὁ γοῦν παρʼ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων· ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτʼ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ὁ ἄνθρωπος ἀπεκρύψατο τὸ αἴτιον, ἀλλʼ εἶπεν ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν διʼ ἃ τοῦ ζῆν ὠλιγώρουν. πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον, Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον· οἵδε γάρ φησιν ἔθανον οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, αλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι. οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετʼ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν. ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει, μάλιστα δὲ ἄρχοντι πόλεως ἢ στρατεύματος. 2 εἰ γὰρ, ὡς Ἰφικράτης διῄρει, χερσὶ μὲν ἐοίκασιν οἱ ψιλοί, ποσὶ δὲ τὸ ἱππικόν, αὐτὴ δὲ ἡ φάλαγξ στέρνῳ καὶ θώρακι, κεφαλῇ δὲ ὁ στρατηγός, οὐχ αὐτοῦ δόξειεν ἂν ἀποκινδυνεύων παραμελεῖν καὶ θρασυνόμενος, ἀλλʼ ἁπάντων, οἷς ἡ σωτηρία γίνεται διʼ αὐτοῦ καὶ τοὐναντίον, ὅθεν ὁ Καλλικρατίδας, καίπερ ὢν τἆλλα μέγας, οὐκ εὖ πρὸς τὸν μάντιν εἶπε· δεομένου γὰρ αὐτοῦ φυλάττεσθαι θάνατον, ὡς τῶν ἱερῶν προδηλούντων, ἔφη μὴ παρʼ· ἕνα εἶναι τὰν Σπάρταν. μαχόμενος γὰρ εἷς ἦν καὶ πλέων καὶ στρατευόμενος ὁ Καλλικρατίδας, στρατηγῶν δὲ τὴν ἁπάντων εἶχε συλλαβὼν ἐν αὑτῷ δύναμιν, ὥστε οὐκ ἦν εἷς ᾧ τοσαῦτα συναπώλλυτο. βέλτιον δὲ Ἀντίγονος ὁ γέρων, ὅτε ναυμαχεῖν περὶ Ἄνδρον ἔμελλεν, εἰπόντος τινὸς ὡς πολὺ πλείους αἱ τῶν πολεμίων νῆες εἶεν, ἐμὲ δὲ αὐτὸν, ἔφη, πρὸς πόσας ἀντιστήσεις; μέγα τὸ τῆς ἀρχῆς, ὥσπερ ἐστίν, ἀξίωμα ποιῶν μετὰ ἐμπειρίας καὶ ἀρετῆς ταττόμενον, ἧς πρῶτον ἔργον ἐστὶ σῴζειν τὸν ἅπαντα τἆλλα σώζοντα. διὸ καλῶς ὁ Τιμόθεος, ἐπιδεικνυμένου ποτὲ τοῖς Ἀθηναίοις τοῦ Χάρητος ὠτειλάς τινας ἐν τῷ σώματι καὶ τὴν ἀσπίδα λόγχῃ διακεκομμένην, ἐγὼ δέ, εἶπεν, ὡς λίαν ᾐσχύνθην ὅτι μου πολιορκοῦντος Σάμον ἐγγὺς ἔπεσε βέλος, ὡς μειρακιωδέστερον ἐμαυτῷ χρώμενος ἢ κατὰ στρατηγοῦ καὶ ἡγεμόνα δυνάμεως τοσαύτης. ὅπου μὲν γὰρ εἷς τὰ ὅλα μεγάλην φέρει ῥοπὴν ὁ τοῦ στρατηγοῦ κίνδυνος, ἐνταῦθα καὶ χειρὶ καὶ σώματι χρηστέον ἀφειδῶς, χαίρειν φράσαντα τοῖς λέγουσιν ὡς χρὴ τὸν ἀγαθὸν στρατηγὸν μάλιστα μὲν ὑπὸ γήρως, εἰ δὲ μή, γέροντα θνῄσκειν ὅπου δὲ μικρὸν τὸ περιγινόμενον ἐκ τοῦ κατορθώματος, τὸ δὲ πᾶν συναπόλλυται σφαλέντος, οὐδεὶς ἀπαιτεῖ στρατιώτου πρᾶξιν κινδύνῳ πραττομένην στρατηγοῦ. ταῦτα δέ μοι παρέστη προαναφωνῆσαι γράφοντι τὸν Πελοπίδου βίον καὶ τὸν Μαρκέλλου, μεγάλων ἀνδρῶν παραλόγως πεσόντων, καὶ γὰρ χειρὶ χρῆσθαι μαχιμώτατοι γενόμενοι, καὶ στρατηγίαις ἐπιφανεστάταις κοσμήσαντες ἀμφότεροι τὰς πατρίδας, ἔτι δὲ τῶν βαρυτάτων ἀνταγωνιστῶν ὁ μὲν Ἀννίβαν ἀήττητον ὄντα πρῶτος, ὡς λέγεται, τρεψάμενος, ὁ δὲ γῆς καὶ θαλάττης ἄρχοντας Λακεδαιμονίους ἐκ παρατάξεως νικήσας, ἠφείδησαν ἑαυτῶν, σὺν οὐδενὶ λογισμῷ προέμενοι τὸν βίον ὁπηνίκα μάλιστα τοιούτων καιρὸς ἦν ἀνδρῶν σῳζομένων καὶ ἀρχόντων· διόπερ ἡμεῖς ἑπόμενοι ταῖς ὁμοιότησι παραλλήλους ἀνεγράψαμεν αὐτῶν τοὺς βίους. 3 Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θήβαις ὥσπερ Ἐπαμεινώνδᾳ, τραφεὶς δὲ ἐν οὐσίᾳ μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν. οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδᾳ χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρωπίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθε τοῦ πλούτου μεταλαμβάνειν αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας, ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος, ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δὲ διʼ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων. Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπʼ ἀρχῆς ἑλόμενος· Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, ἐγένοντο δὲ καὶ παῖδες, ἀλλʼ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν, ἀναγκαίου, νὴ Δίὰ, Νικοδήμῳ τούτῳ, ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν. 4 ἦσαν δὲ καὶ πρὸς πᾶσαν ἀρετὴν πεφυκότες ὁμοίως, πλὴν ὅτι τῷ γυμνάζεσθαι μᾶλλον ἔχαιρε Πελοπίδας, τῷ δὲ μανθάνειν Ἐπαμεινώνδας, καὶ τὰς διατριβὰς ἐν τῷ σχολάζειν ὁ μὲν περὶ παλαίστρας καὶ κυνηγέσια, ὁ δὲ ἀκούων τι καὶ φιλοσοφῶν ἐποιεῖτο. πολλῶν δὲ καὶ καλῶν ὑπαρχόντων ἀμφοτέροις πρὸς δόξαν, οὐδὲν οἱ νοῦν ἔχοντες ἡγοῦνται τηλικοῦτον ἡλίκον τὴν διὰ τοσούτων ἀγώνων καὶ στρατηγιῶν καὶ πολιτειῶν ἀνεξέλεγκτον εὔνοιαν καὶ φιλίαν ἀπʼ ἀρχῆς μέχρι τέλους ἐμμείνασαν. εἰ γὰρ τις ἀποβλέψας τὴν Ἀριστείδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος καὶ Περικλέους καὶ Νικίου καὶ Ἀλκιβιάδου πολιτείαν, ὅσων γέγονε μεστὴ διαφορῶν καὶ φθόνων καὶ ζηλοτυπιῶ