Pyrrhus — Plutarch
Πύρρος 1 Θεσπρωτῶν καὶ Μολοσσῶν μετὰ τὸν κατακλυσμὸν ἱστοροῦσι Φαέθοντα βασιλεῦσαι πρῶτον, ἕνα τῶν μετὰ Πελασγοῦ παραγενομένων εἰς τὴν Ἤπειρον ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς. χρόνῳ δὲ ὕστερον Νεοπτόλεμος ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν χώραν κατέσχε καὶ διαδοχὴν βασιλέων ἀφʼ αὑτοῦ κατέλιπε, Πυρρίδας ἐπικαλουμένους· καὶ γὰρ αὐτῷ Πύρρος ἦν παιδικὸν ἐπωνύμιον. καὶ τῶν γνησίων παίδων ἐκ Λανάσσης τῆς Κλεοδαίου τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον ὠνόμασεν. ἐκ τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος. μετὰ δὲ τοὺς πρώτους, τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων, Θαρρύπαν πρῶτον ἱστοροῦσιν Ἑλληνικοῖς ἔθεσι καὶ γράμμασι καὶ νόμοις φιλανθρώποις διακοσμήσαντα τὰς πόλεις ὀνομαστὸν γενέσθαι, Θαρρύπου δὲ Ἀλκέτας υἱὸς ἦν, Ἀλκέτα δὲ Ἀρύβας, Ἀρύβου δὲ καὶ Τρῳάδος Αἰακίδης. οὗτος ἔγημε τὴν Μένωνος τοῦ Θεσσαλοῦ θυγατέρα Φθίαν, ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν συμμάχων μετὰ Λεωσθένην λαβόντος. ἐκ δὲ τῆς Φθίας τῷ Αἰακίδῃ γίνονται θυγατέρες Δηιδάμεια καὶ Τρῳάς, υἱὸς δὲ Πύρρος. 2 ἐπεὶ δὲ στασιάσαντες οἱ Μολοσσοὶ καὶ τὸν Αἰακίδην ἐκβαλόντες ἐπηγάγοντο τοὺς Νεοπτολέμου παῖδας, οἱ μὲν φίλοι τοῦ Αἰακίδου διεφθάρησαν καταληφθέντες, τὸν δὲ Πύρρον ἔτι νήπιον ὄντα καὶ ζητούμενον ὑπὸ τῶν πολεμίων ἐκκλέψαντες οἱ περὶ Ἀνδροκλείδην καὶ Ἄγγελον ἔφευγον, οἰκέτας ὀλίγους καὶ γύναια τιθηνούμενα τὸ παιδίον ἀναγκαίως ἐφελκόμενοι. καὶ διὰ τοῦτο τῆς φυγῆς αὐτοῖς γινομένης δυσέργου καὶ βραδείας καταλαμβανόμενοι τὸ μὲν παιδίον ἐγχειρίζουσιν Ἀνδροκλείωνι καὶ Ἱππίᾳ καὶ Νεάνδρῳ, νεανίσκοις οὖσι πιστοῖς καὶ ῥωμαλέοις, ἀνὰ κράτος φεύγειν καὶ Μεγάρων ἔχεσθαι χωρίου Μακεδονικοῦ προστάξαντες, αὐτοὶ δὲ τὰ μὲν δεόμενοι, τὰ δὲ ἀπομαχόμενοι τοῖς διώκουσιν ἐμποδὼν ἦσαν ἄχρι δείλης ὀψίας. ἀποτραπομένων δὲ μόλις ἐκείνων μετέθεον τοὺς τὸν Πύρρον κομίζοντας, ἤδη δὲ τοῦ ἡλίου καταδεδυκότος ἐγγὺς γενόμενοι τῆς ἐλπίδος ἐξαίφνης ἀπεκόπησαν, ἐντυχόντες τῷ παρὰ τὴν πόλιν παραρρέοντι ποταμῷ, χαλεπῷ μὲν ὀφθῆναι καὶ ἀγρίῳ, πειρωμένοις δὲ διαβαίνειν παντάπασιν ἀπορωτάτῳ. πολύ τε γὰρ ἐξέπιπτε ῥεῦμα καὶ θολερὸν ὄμβρων ἐπιγενομένων, καὶ τὸ σκότος ἐποίει πάντα φοβερώτερα. καθʼ αὑτοὺς μὲν οὖν ἀπέγνωσαν ἐπιχειρεῖν παιδίον φερόμενοι καὶ γύναια τὰ τρέφοντα τὸ παιδίον, αἰσθόμενοι δὲ τῶν ἐπιχωρίων τινὰς ἐν τῷ πέραν ἑστῶτας ἐδέοντο συλλαβέσθαι πρὸς τὴν διάβασιν, καὶ τὸν Πύρρον ἀνεδείκνυσαν βοῶντες καὶ ἱκετεύοντες. οἱ δὲ οὐ κατήκουον διὰ τραχύτητα καὶ πάταγον τὸν ῥεύματος, ἀλλʼ ἦν διατριβὴ τῶν μὲν βοώντων, τῶν δὲ μὴ συνιέντων, ἄχρι τις ἐννοήσας καὶ περιελὼν δρυὸς φλοιὸν ἐνέγραψε πόρπῃ γράμματα φράζοντα τήν τε χρείαν καὶ τὴν τύχην τοῦ παιδός, εἶτα λίθῳ τὸν φλοιὸν περιελίξας καὶ χρησάμενος οἷον ἕρματι τῆς βολῆς ἀφῆκεν εἰς τὸ πέραν ἔνιοι δέ φασι σαυνίῳ περιπήξαντας ἀκοντίσαι τὸν φλοιόν. ὡς δ’ οὖν ἀνέγνωσαν οἱ πέραν τὰ γράμματα καὶ συνεῖδον τὴν ὀξύτητα τοῦ καιροῦ, κόπτοντες ξύλα καὶ πρὸς ἄλληλα συνδέοντες ἐπεραιοῦντο. καὶ κατὰ τύχην ὁ πρῶτος αὐτῶν περαιωθεὶς Ἀχιλλεὺς τοὔνομα τὸν Πύρρον ἐδέξατο· τοὺς δὲ ἄλλους ὡς ἔτυχον ἄλλοι διεκόμιζον. 3 οὕτω δὲ σωθέντες καὶ φθάσαντες τὴν δίωξιν εἰς Ἰλλυριοὺς παρεγένοντο πρὸς Γλαυκίαν τὸν βασιλέα· καὶ καθεζόμενον εὑρόντες οἴκοι μετὰ τῆς γυναικὸς ἐν μέσῳ τὸ παιδίον ἐπὶ τῆς γῆς κατέθεσαν, ὁ δὲ ἦν ἐπὶ γνώμης, Κάσανδρον δεδοικὼς ἐχθρὸν ὄντα τοῦ Αἰακίδου, καὶ σιωπὴν εἶχε πολὺν χρόνον βουλευόμενος. ἐν τούτῳ δὲ ὁ Πύρρος ἀπʼ αὐτομάτου προσερπύσας καὶ λαβόμενος τοῦ ἱματίου ταῖς χερσὶ καὶ προσεξαναστὰς πρὸς τὰ γόνατα τοῦ Γλαυκίου γέλωτα πρῶτον, εἶτα οἶκτον παρέσχεν, ὥσπερ τις ἱκέτης ἐχόμενος καὶ δακρύων, ἔνιοι δέ φασιν οὐ τῷ Γλαυκίᾳ προσπεσεῖν αὐτόν, ἀλλὰ βωμοῦ θεῶν προσαψάμενον ἑστάναι πρὸς αὐτὸν περιβαλόντα τὰς χεῖρας, καὶ τὸ πρᾶγμα τῷ Γλαυκίᾳ θεῖον φανῆναι. διὸ καὶ παραυτίκα τὸν Πύρρον ἐνεχείρισε τῇ γυναικί, κελεύσας ἅμα τοῖς τέκνοις τρέφεσθαι, καὶ μικρὸν ὕστερον ἐξαιτουμένων τῶν πολεμίων, Κασάνδρου δὲ καὶ διακόσια τάλαντα διδόντος, οὐκ ἐξέδωκεν, ἀλλὰ καὶ γενόμενον δυοκαίδεκα ἐτῶν καταγαγὼν εἰς τὴν Ἤπειρον μετὰ δυνάμεως βασιλέα κατέστησεν. ἦν δὲ ὁ Πύρρος τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φοβερώτερον ἔχων ἢ σεμνότερον τὸ βασιλικόν, πολλοὺς δὲ ὀδόντας οὐκ εἶχεν, ἀλλʼ ἓν ὀστέον συνεχὲς ἦν ἄνωθεν, οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόντων. τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν, ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ δεξιῷ ποδὶ πιέζων ἀτρέμα τὸ σπλάγχνον. οὐδεὶς δὲ ἦν πένης οὐδὲ ἄδοξος οὕτως ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς. ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦτο ἥδιστον ἦν αὐτῷ. λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν θείαν, ὥστε μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. ταῦτα μὲν οὖν ὕστερον. 4 γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως ἀποδημία τις συνέτυχε, τῶν Γλαυκίου παίδων ἑνὸς, οἷς συνετέθραπτο, γυναῖκα λαμβάνοντος. πάλιν οὖν οἱ Μολοττοὶ συστάντες ἐξέβαλον τοὺς φίλους αὐτοῦ καὶ τὰ χρήματα διήρπασαν καὶ Νεοπτολέμῳ παρέδωκαν ἑαυτούς. ὁ δὲ Πύρρος οὕτω τὴν ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος Δημητρίῳ τῷ Ἀντιγόνου προσέμιξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελφὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατʼ ἐκείνους δυστυχηθέντων ὥραν ἔχουσαν αὐτὴν ἔγημεν ὁ Δημήτριος. τῆς δὲ μεγάλης μάχης ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν ὁ Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε μειράκιον ὢν ἔτι, καὶ τοὺς καθʼ ἑαυτὸν ἐτρέψατο, καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταίσαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον ἔπλευσεν εἰς Αἴγυπτον ὁμηρεύσων. καὶ Πτολεμαίῳ μὲν ἔν τε θήραις καὶ γυμνασίοις ἐπίδειξιν ἀλκῆς καὶ καρτερίας παρεῖχε, τὴν δὲ Βερενίκην ὁρῶν μέγιστον δυναμένην καὶ πρωτεύουσαν ἀρετῇ καὶ φρονήσει τῶν Πτολεμαίου γυναικῶν, ἐθεράπευε μάλιστα· καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπʼ ὠφελείᾳ τοὺς κρείττονας, ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων, κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλ