Fugitivi — Lucian of Samosata
Ἀπόλλων ἀληθῆ ταῦτά φασιν, πάτερ, ὡς ἐμβάλοι τις φέρων αὑτὸν εἰς τὸ πῦρ κατέναντι Ὀλυμπίων, ἤδη πρεσβύτης ἄνθρωπος, οὐκ ἀγεννὴς θαυματοποιὸς τὰ τοιαῦτα; ἡ Σελήνη γὰρ ἡμῖν διηγεῖτο, αὐτὴ ἑωρακέναι καιόμενον λέγουσα. Ζεύς καὶ πάνυ ἀληθῆ, ὦ ὡς μή ποτε γενέσθαι ὤφελεν. Ἀπόλλων οὕτω χρηστὸς ὁ γέρων ἦν καὶ ἀνάξιος ἐν πυρὶ ἀπολωλέναι; Ζεύς καὶ τοῦτο μὲν ἴσως· ἀλλʼ ἐγὼ πολλὴν τὴν ἀηδίαν μέμνημαι ἀνασχόμενος τότε ὑπὸ κνίσης πονηρᾶς, οἵαν εἰκὸς ἀποφέρεσθαι ὀπτωμένων ἀνθρωπείων σωμάτων. εἰ γοῦν μὴ εἰς τὴν Ἀραβίαν ὡς εἶχον εὐθὺς ἀπιὼν ᾠχόμην, ἀπολώλειν ἄν, εὖ ἴσθι, ἀτοπίᾳ τοῦ καπνοῦ· καὶ ὅμως ἐν τοσαύτῃ εὐωδίᾳ καὶ ἀφθονίᾳ τῶν ἀρωμάτων καὶ ἐν λιβανωτῷ παμπόλλῳ μόλις αἱ ῥῖνες ἐπιλαθέσθαι μοι καὶ ἀπομαθεῖν ἤθελον τὴν κηλῖδα ἐκείνην τῆς ὀσμῆς, ἀλλὰ καὶ νῦν ὀλίγου δέω ναυτιᾶν ὑπομνησθεὶς αὐτῆς. Ἀπόλλων τί δὲ βουλόμενος, ὦ Ζεῦ, τοιαῦτα εἴργασται ἑαυτόν; ἢ τί τὸ ἀγαθόν, ἀπανθρακωθῆναι ἐμπεσόντα εἰς τὴν πυράν; Ζεύς τοῦτο μὲν οὐκ ἄν, ὦ παῖ, φθάνοις καὶ πρὸ αὐτοῦ ἐγκαλῶν, ὃς ἐς τοὺς κρατῆρας ἥλατο καὶ αὐτὸς ἐν Σικελίᾳ. Ἀπόλλων μελαγχολίαν τινὰ δεινὴν λέγεις. γε τίνα ποτὲ ἄρα τὴν αἰτίαν ἔσχε τῆς ἐπιθυμίας; Ζεύς αὐτοῦ σοι λόγον ἐρῶ ὃν ἔλεξε πρὸς τὴν πανήγυριν, ἀπολογούμενος πρὸς αὐτοὺς ὑπὲρ τῆς τελευτῆς. Ζεύς ἔφη γάρ, εἴ γε μέμνημαι — ἀλλὰ τίς αὕτη σπουδῇ πρόσεισι τεταραγμένη καὶ δακρύουσα, πάνυ ἀδικουμένῃ ἐοικυῖα; μᾶλλον δὲ Φιλοσοφία ἐστίν, καὶ τοὔνομά γε τοὐμὸν ἐπιβοᾶται σχετλιάζουσα. τί, ὦ θύγατερ, δακρύεις; ἢ τί ἀπολιποῦσα τὸν βίον ἐλήλυθας; ἆρα μὴ οἱ ἰδιῶται αὖθις ἐπιβεβουλεύκασί σοι ὡς τὸ πρόσθεν, ὅτε τὸν Σωκράτην ἀπέκτειναν ὑπὸ Ἀνύτου κατηγορηθέντα, εἶτα φεύγεις διὰ τοῦτο αὐτούς; Φιλοσοφία οὐδὲν τοιοῦτον, ὦ πάτερ, ἀλλʼ ἐκεῖνοι μέν, ὁ πολὺς λεώς, ἐπῄνουν καὶ διὰ τιμῆς ἦγον, αἰδούμενοι καὶ θαυμάζοντές με καὶ μονονουχὶ προσκυνοῦντες, εἰ καὶ μὴ σφόδρα ξυνίεσαν ὧν λέγοιμι. οἱ δέ — πῶς ἂν εἴποιμι; — οἱ ξυνήθεις καὶ φίλοι φάσκοντες εἶναι καὶ τοὔνομα τοὐμὸν ὑποδυόμενοι, ἐκεῖνοί με τὰ δεινότατα εἰργάσαντο. Ζεύς οἱ φιλόσοφοι ἐπιβουλήν τινα ἐπιβεβουλεύκασί σοι; Φιλοσοφία οὐδαμῶς, ὦ πάτερ, οἵ γε ξυνηδίκηνταί μοι καὶ αὐτοί. Ζεύς πρὸς τίνων οὖν ἠδίκησαι, εἰ μήτε τοὺς ἰδιώτας μήτε τοὺς φιλοσόφους αἰτιᾷ; Φιλοσοφία εἰσίν τινες, ὦ Ζεῦ, ἐν μεταιχμίῳ τῶν τε πολλῶν καὶ τῶν φιλοσοφούντων, τὸ μὲν σχῆμα καὶ βλέμμα καὶ βάδισμα ἡμῖν ὅμοιοι καὶ κατὰ τὰ αὐτὰ ἐσταλμένοι· ἀξιοῦσι γοῦν ὑπʼ ἐμοὶ τάττεσθαι καὶ τοὔνομα τὸ ἡμέτερον ἐπιγράφονται, μαθηταὶ καὶ ὁμιληταὶ καὶ θιασῶται ἡμῶν εἶναι λέγοντες· ὁ βίος δὲ παμμίαρος αὐτῶν, ἀμαθίας καὶ θράσους καὶ ἀσελγείας ἀνάπλεως, ὕβρις οὐ μικρὰ καθʼ ἡμῶν. ὑπὸ τούτων, ὦ πάτερ, ἠδικημένη πέφευγα. Ζεύς δεινὰ ταῦτα, ὦ θύγατερ. ἀλλὰ τί μάλιστα ἠδικήκασί σε; Φιλοσοφία σκόπει, ὦ πάτερ, εἰ μικρά. σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπʼ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμεληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες, ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο. ἔφης γοῦν πρός με καταπέμπων, ἅ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην. Ζεύς οἶδα πολλὰ καὶ ταῦτα εἰπὼν τότε. σὺ δὲ τὰ μετὰ ταῦτα ἤδη λέγε, ὅπως μὲν ὑπεδέξαντό σε καταπταμένην τὸ πρῶτον, ἅτινα δὲ νῦν ὑπʼ αὐτῶν πέπονθας. Φιλοσοφία ἦιξα μέν, ὦ πάτερ, οὐκ ἐπὶ τοὺς Ἕλληνας εὐθύς, ἀλλʼ ὅπερ ἐδόκει μοι χαλεπώτερον τοῦ ἔργου εἶναι, τὸ βαρβάρους παιδεύειν καὶ διδάσκειν, τοῦτο πρῶτον ἠξίουν ἐργάσασθαι· τὸ Ἑλληνικὸν δὲ εἴων ὡς ῥᾷστα ὑποβαλέσθαι οἷόν τε καὶ τάχιστα, ὥς γε ᾤμην, ἐνδεξόμενον τὸν χαλινὸν καὶ ὑπαχθησόμενον τῷ ζυγῷ. ὁρμήσασα δὲ εἰς Ἰνδοὺς τὸ πρῶτον, ἔθνος μέγιστον τῶν ἐν τῷ βίῳ, οὐ χαλεπῶς ἔπεισα καταβάντας ἀπὸ τῶν ἐλεφάντων ἐμοὶ συνεῖναι, ὥστε καὶ γένος ὅλον, οἱ Βραχμᾶνες, τοῖς Νεχραίοις καὶ Ὀξυδράκαις ὅμορον, οὗτοι πάντες ὑπʼ ἐμοὶ τάττονται καὶ βιοῦσίν τε κατὰ τὰ ἡμῖν δοκοῦντα, τιμώμενοι πρὸς τῶν περιοίκων ἁπάντων, καὶ ἀποθνήσκουσι παράδοξόν τινα τοῦ θανάτου τρόπον. Ζεύς τοὺς γυμνοσοφιστὰς λέγεις. ἀκούω γοῦν τε ἄλλα περὶ αὐτῶν καὶ ὅτι ἐπὶ πυρὰν μεγίστην ἀναβάντες ἀνέχονται καιόμενοι, οὐδὲν τοῦ σχήματος ἢ τῆς καθέδρας ἐντρέποντες. ἀλλʼ οὐ μέγα τοῦτο· ἔναγχος γοῦν καὶ Ὀλυμπίασιν τὸ ὅμοιον ἐγὼ εἶδον γενόμενον, εἰκὸς δὲ καὶ σὲ παρεῖναι καιομένου τότε τοῦ γέροντος. Φιλοσοφία οὐδὲ ἀνῆλθον, ὦ πάτερ, εἰς Ὀλυμπίαν δέει τῶν καταράτων ἐκείνων οὓς ἔφην, ὅτι πολλοὺς αὐτῶν ἑώρων ἀπιόντας, ὡς λοιδορήσαιντο τοῖς ξυνεληλυθόσι καὶ βοῆς τὸν ὀπισθόδομον ἐμπλήσωσιν ὑλακτοῦντες, ὥστε οὐδὲ εἶδον ἐκεῖνον ὅπως ἀπέθανεν. Φιλοσοφία μετὰ δʼ οὖν τοὺς Βραχμᾶνας εἰς Αἰθιοπίαν εὐθύς, εἶτα εἰς Αἴγυπτον κατέβην, καὶ ξυγγενομένη τοῖς ἱερεῦσιν καὶ προφήταις αὐτῶν καὶ τὰ θεῖα παιδεύσασα ἐς Βαβυλῶνα ἀπῆρα Χαλδαίους καὶ μάγους μυήσουσα, εἶτα εἰς Σκυθίαν ἐκεῖθεν, εἶτα εἰς Θρᾴκην, ἔνθα μοι Εὔμολπός τε καὶ Ὀρφεὺς συνεγενέσθην, οὓς καὶ προαποστείλασα ἐς τὴν Ἑλλάδα, τὸν μὲν ὡς τελέσειεν αὐτούς, τὸν Εὔμολπον — ἐμεμαθήκει γὰρ τὰ θεῖα παρʼ ἡμῶν ἅπαντα — τὸν δὲ ὡς ἐπᾴδων προσβιβάζοι τῇ μουσικῇ, κατὰ πόδας εὐθὺς εἱπόμην. Φιλοσοφία καὶ τὸ μὲν πρῶτον εὐθὺς ἐλθοῦσαν οὔτε πάνυ ἠσπάσαντο οἱ Ἕλληνες οὔτε ὅλως κατʼ ὀλίγον δὲ προσομιλοῦσα ἑπτὰ ἐκ τῶν ἁπάντων ἑταίρους καὶ μαθητὰς προσηγαγόμην, καὶ ἄλλον ἐξ Σάμου καὶ ἄλλον ἐξ Ἐφέσου καὶ Ἀβδηρόθεν ἄλλον, ὀλίγους παντάπασιν. Φιλοσοφία μεθʼ οὓς τὸ σοφιστῶν φῦλον οὐκ οἶδʼ ὅπως μοι παρενεφύετο, οὔτε ζηλοῦν τἀμὰ ἐς βάθος οὔτε κομιδῇ ἀπᾷδον, ἀλλʼ οἷον τὸ Ἱπποκενταύρων γένος, σύνθετόν τι καὶ μικτὸν ἐν μέσῳ ἀλαζονείας καὶ φιλοσοφίας πλαζόμενον, οὔτε τῇ ἀγνοίᾳ τέλεον προσεχόμενον οὔτε ἡμᾶς ἀτενέσι τοῖς ὀφθαλμοῖς καθορᾶν δυνάμενον, ἀλλʼ οἷον λημῶντες ὑπὸ τοῦ ἀμβλυώττειν ἀσαφές τι καὶ ἀμυδρὸν ἡμῶν εἴδωλον ἢ σκιὰν ἐνίοτε ἰδόντες ἄν· οἱ δὲ ᾤοντο ἀκριβῶς πάντα κατανενοηκέναι. ὅθεν παρʼ αὐτοῖς ἡ ἀχρεῖος ἐκείνη καὶ περιττὴ σοφία καί, ὡς αὐτοὶ ᾤοντο, ἀπρόσμαχος ἀνεφλέγετο, αἱ κομψαὶ καὶ ἄποροι καὶ ἀποκρίσεις καὶ δυσέξοδοι καὶ λαβυρινθώδεις ἐρωτήσεις. Φιλοσοφία εἶτα κωλυόμενοι καὶ ἐλεγχόμενοι πρὸς τῶν ἑταίρων τῶν ἐμῶν ἠγανάκτουν καὶ συνίστ