De cohibenda ira — Plutarch
ΣΥΛΛΑΣ. καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπισκοποῦντες· ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες. ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτʼ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων· δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν. ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον, τὸ μὲν ἐξ ὑπαρχόντων διʼ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι· τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτω καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος αὓτη δʼ ἡ μαλακότης οὐκ ἀργίαν οὐδʼ ἔκλυσιν, ἀλλʼ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος. διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι διʼ ἡλικίαν τὸ θυμοειδὲς οὐδʼ αὐτομάτως ἀπομαραινόμενον, ἀλλʼ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον. καίτοι ʽ τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σἔ ταῦθʼ ἡμῖν Ἔρως ὁ ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς διʼ εὔνοιαν ἐπιμαρτυρεῖν· καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος. ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, δίελθʼ ἡμῖν ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν. ΦΟΥΝΔΑΝΟΣ. εἶτʼ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων; ἔρωτι μὲν γὰρ οὐδʼ αὐτῷ πολλάκις ἔχοντι κατὰ χώραν ἐν τῇ Ὁμηρικῇ πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας, εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν. ΣΥΛΛ. οὐδέτερα τούτων, ἔστιν, ὦ Φουνδάνε· ποίει δʼ ὡς λέγω, χαριζόμενος ἡμῖν. ΦΟΥΝΔ. καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθʼ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρʼ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάνθιος τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας, ἀλλʼ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτʼ ἰδεῖν μήτʼ ἀκοῦσαι τῶν ὠφελούντων. διὸ καὶ μᾶλλον ἐν χειμῶνι καὶ πελάγει ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν ἢ προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν. ἀλλʼ ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους· οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον· ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφʼ ἑτέρου ὁ θυμὸς δυσκίνητος ὢν, ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον. ΦΟΥΝΔ. ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευτῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος ὁ θυμὸς γένηται καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος· ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν ψυχήν. ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακεδαιμονίους ἀηττήτους εἶναι δοκοῦντας, οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπʼ αὐτῶν μάχην· φρόνημα γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ. ἑώρων δʼ οὐ μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν ὀργὴν ὡς Ἀριστοτέλης ἱστόρησεν, ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθʼ Ὅμηρον ἰάνθη καὶ διεχύθη πολλοῖς ὁ θυμός. ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ πάθος. οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου παρώξυνεν εἰπεῖν ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους· καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν, τῆς μεγάλης κύλικος περιφερομένης, οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι. ΦΟΥΝΔ. καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν· ἐὰν δʼ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ὑψηλὸν ἡβάσασα τεκτόνων πόνον ὥς φησιν Αἰσχύλος· οὕτως ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν καπνίζοντα καὶ διακαόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι κατέπαυσε. καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν