ホメーロス賛歌(短い賛歌) — Homeric Hymns
Hymn 1 to Dionysus Εἲς Διώνυσον οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ φάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ· ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς. ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς. ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶ ᾄδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστι σεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα, σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην. Hymn 6 to Aphrodite Εἲς Ἀφροδίτην αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν· κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος· δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν, ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι, εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης. χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. Hymn 8 to Ares Εἲς Ἄρεα Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ, ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά, καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου, Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος, ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν, ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι· κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης, πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην σεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου, καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν, θυμοῦ τ᾽ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσι φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους. Hymn 9 to Artemis Εἲς Ἄρτεμιν Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο. παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος, ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν. καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ· αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν, σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. Hymn 10 to Aphrodite Εἲς Ἀφροδίτην κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος. χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. Hymn 11 To Athena Εἲς Ἀθήναν Παλλάδʼ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομʼ ἀείδειν, δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε, καί τʼ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε. χαῖρε, θεά, δὸς δʼ ἄμμι τύχην εὐδαιμονίην τε. Hymn 12 to Hera Εἲς Ἥραν Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη, ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν, Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε, κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. Hymn 13 to Demeter ἠύκομον, σεμνὴν θεάν, ἄρχομ’ ἀείδειν, αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν. χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν· ἄρχε δ’ ἀοιδῆς. Hymn 14 to the Mother of the Gods Εἲς Μητέρα Θεῶν μητέρα μοι πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τʼ ἰαχὴ σύν τε βρόμος αὐλῶν εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων οὔρεά τʼ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ. Hymn 15 To Heracles Εἲς Ἡρακλέα Λεοντόθυμον Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι· ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη· νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην. χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον. Hymn 16 To Asclepius Εἲς Ἀσκληπιόν ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν, υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος, χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ. Hymn 17 To the Dioscuri Εἲς Διοσκούρους Κάστορα καὶ Πολυδεύκε’ ἀείσεο, Μοῦσα λίγεια, Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο· τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι. χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων. Hymn 18 to Hermes Εἲς Ἑρμῆν Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην, Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα, αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην· λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ· σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. [ χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων. ] Hymn 20 To Hephaestus Εἲς Ἥφαιστον Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια, ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ