Against Androtion — Demosthenes
ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρʼ οἷός τʼ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτʼ εἶναι τῶν ἐμοὶ γεγενημένων διʼ Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γʼ εἰς χρήματα καὶ τὸ παρʼ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη· ἐμὲ δʼ οὐδʼ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθʼ ὑπὸ τούτου παρʼ ὑμῖν ἐπιστεύθη. αἰτιασάμενος γάρ με, ἃ καὶ λέγειν ἂν ὀκνήσειέ τις, εἰ μὴ τύχοι προσόμοιος ὢν τούτῳ, τὸν πατέρʼ ὡς ἀπέκτονʼ ἐγὼ τὸν ἐμαυτοῦ, καὶ κατασκευάσας ἀσεβείας γραφὴν οὐκ ἐπʼ ἐμέ, ἀλλʼ ἐπὶ τὸν θεῖόν μου, γράψας ἀσεβεῖν ἐμοὶ συνιόντʼ εἰς ταὐτὸν ὡς πεποιηκότι ταῦτα, εἰς ἀγῶνα κατέστησεν· ὃν εἰ συνέβη τόθʼ ἁλῶναι, τίς ἂν ἀθλιώτερʼ ἐμοῦ πεπονθὼς ἦν ὑπὸ τούτου; τίς γὰρ ἂν ἢ φίλος ἢ ξένος εἰς ταὐτό ποτʼ ἐλθεῖν ἠθέλησεν ἐμοί; τίς δʼ ἂν εἴασε πόλις που παρʼ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτʼ ἀσέβημα δοκοῦντʼ εἰργάσθαι; οὐκ ἔστιν οὐδὲ μία. ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρʼ ὑμῖν ἀπελυσάμην, ἀλλʼ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων· τουτονὶ δὲ μεθʼ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντʼ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω· περὶ δʼ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγʼ ὑμᾶς ἔβλαψεν, ἅ μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δʼ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι. ἐγὼ γὰρ εἰ μὲν ἑώρων τινʼ ἁπλῆν τούτῳ περὶ ὧν φεύγει πρὸς ὑμᾶς οὖσαν ἀπολογίαν, οὐκ ἂν ἐποιούμην περὶ αὐτῆς μνείαν οὐδεμίαν. νῦν δʼ οἶδα σαφῶς ὅτι οὗτος ἁπλοῦν μὲν οὐδὲ δίκαιον οὐδὲν ἂν εἰπεῖν ἔχοι, ἐξαπατᾶν δʼ ὑμᾶς πειράσεται πλάττων καὶ παράγων πρὸς ἕκαστα τούτων κακούργους λόγους. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τεχνίτης τοῦ λέγειν καὶ πάντα τὸν βίον ἐσχόλακεν τούτῳ. ὑπὲρ οὖν τοῦ μὴ παρακρουσθέντας ὑμᾶς ἐναντία μὲν τοῖς ὀμωμοσμένοις πεισθῆναι ψηφίσασθαι, ἀφεῖναι δὲ τοῦτον ὃν ὑμῖν πολλῶν ἕνεκʼ ἄξιον κολάσαι, προσέχετε τὸν νοῦν οἷς ἐρῶ, ἵνʼ ἀκούσαντες ἐμοῦ πρὸς ἕκαστον τῶν ὑπὸ τούτου ῥηθησομένων ἔχηθʼ ὑπολαμβάνειν ἃ δεῖ. ἔστι γὰρ εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος περὶ τοῦ ἀπροβουλεύτου. νόμος ἐστί, φησίν, ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρειᾶς, διδόναι τὸν δῆμον τὴν δωρειὰν αὐτῇ. ταῦτʼ ἐπήρετο, φησίν, ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμος, ἔδοξεν. οὐδὲν δεῖ, φησί, προβουλεύματος ἐνταῦθα· κατὰ γὰρ νόμον ἦν τὰ γιγνόμενα. ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἴομαι, νομίζω δὲ καὶ ὑμῖν συνδόξειν, περὶ τούτων δεῖν τὰ προβουλεύματʼ ἐκφέρειν μόνων περὶ ὧν κελεύουσιν οἱ νόμοι, ἐπεὶ περὶ ὧν γε μὴ κεῖνται νόμοι οὐδὲ γράφειν τὴν ἀρχὴν προσήκει οὐδὲ ἓν δήπου. φησὶ τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτʼ ἔχουσι παρʼ ὑμῶν δωρειάν, καὶ οὐδὲ μιᾷ γεγενῆσθαι προβούλευμα πώποτε. ἐγὼ δʼ οἴομαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δʼ οἶδα σαφῶς· οὐ μὴν ἀλλʼ εἰ τοῦτο τοιοῦτʼ ἐστὶν τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία, οὐχ ὅτι πολλάκις ἡμάρτηται δήπου πρότερον, διὰ τοῦτʼ ἐπεξαμαρτητέον ἐστὶ καὶ νῦν, ἀλλὰ τοὐναντίον ἀρκτέον, ὡς ὁ νόμος κελεύει, τὰ τοιαῦτα ποιεῖν ἀναγκάζειν ἀπὸ σοῦ πρώτου. σὺ δὴ μὴ λέγʼ ὡς γέγονεν τοῦτο πολλάκις, ἀλλʼ ὡς οὕτω προσήκει γίγνεσθαι. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγοις ἂν δικαίως, ἀλλὰ πολλῷ μᾶλλον ἁλίσκοιο· ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδʼ οὐκ ἂν ἔγραψας, οὕτως, ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει. περὶ τοίνυν τοῦ νόμου τοῦ διαρρήδην οὐκ ἐῶντος ἐξεῖναι μὴ ποιησαμένῃ τῇ βουλῇ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἄξιόν ἐστιν ἀκοῦσαι τὴν ἀπολογίαν ἣν ποιήσεται, καὶ θεωρῆσαι τὴν ἀναίδειαν τοῦ τρόπου διʼ ὧν ἐγχειρεῖ λέγειν. ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρειάν, ἐὰν μὴ ποιήσηται τὰς τριήρεις· ὁμολογῶ. δοῦναι δέ γʼ οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον. ἐγὼ δʼ, εἰ μὲν ἔδωκʼ αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα· εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν ἐν ὅλῳ τῷ ψηφίσματι, ἀλλʼ ἕτερʼ ἄττα λέγω διʼ ἃ τὴν βουλὴν στεφανῶ, πῶς παρὰ τὸν νόμον εἴρηκα; ἔστι δὴ πρὸς ταῦτʼ οὐ χαλεπὸν τὰ δίκαιʼ ὑμῖν ἀντειπεῖν, ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς καὶ ὁ ταῦτʼ ἐπιψηφίζων ἐπιστάτης ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, ὅτῳ δοκεῖ δωρειᾶς ἀξίως ἡ βουλὴ βεβουλευκέναι καὶ ὅτῳ μή· καίτοι τούς γε μὴ αἰτοῦντας μηδὲ λαβεῖν ἀξιοῦντας τὴν ἀρχὴν οὐδʼ ἐπερωτᾶν προσῆκεν. πρὸς τοίνυν τούτοις ἔστιν ἃ Μειδίου κατηγοροῦντος τῆς βουλῆς καὶ ἄλλων τινῶν, ἀναπηδῶντες οἱ βουλευταὶ ἐδέοντο μὴ σφᾶς ἀφελέσθαι τὴν δωρειάν. καὶ ταῦτʼ οὐ παρʼ ἐμοῦ δεῖ πυθέσθαι τοὺς δικάζοντας ὑμᾶς, ἀλλʼ αὐτοὶ παρόντες ἴστʼ ἐν τῷ δήμῳ γενόμενα. ὥσθʼ ὅταν μὲν μὴ φῇ τὴν βουλὴν αἰτεῖν, ταῦθʼ ὑπολαμβάνετε· ὅτι δʼ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι μὴ ποιησαμένοις τὰς ναῦς ὁ νόμος, καὶ τοῦτʼ ἐπιδείξω. διὰ ταῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἔχει τὸν τρόπον ὁ νόμος, μὴ ἐξεῖναι τῇ βουλῇ μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἵνα μηδὲ πεισθῆναι μηδʼ ἐξαπατηθῆναι γένοιτʼ ἐπὶ τῷ δήμῳ. οὐ γὰρ ᾤετο δεῖν ὁ τιθεὶς τὸν νόμον ἐπὶ τῇ τῶν λεγόντων δυνάμει τὸ πρᾶγμα καταστῆσαι, ἀλλʼ ὃ δίκαιον ἦν εὑρεῖν ἅμα καὶ συμφέρον τῷ δήμῳ, νόμῳ τετάχθαι. τὰς τριήρεις οὐ πεποίησαι; μὴ τοίνυν αἴτει τὴν δωρειάν. ὅπου δʼ αἰτεῖν οὐκ ἐᾷ, πῶς οὐ σφόδρα δοῦναί γε κωλύει; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο ἐξετάσαι, τί δήποτε, ἂν τἄλλα πάνθʼ ἡ βουλὴ καλῶς βουλεύσῃ καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, τὴν δωρειὰν οὐκ ἔξεστιν αἰτῆσαι. εὑρήσετε γὰρ τοῦτο τὸ ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. οἶμαι γὰρ ἂν μηδένʼ ἀντειπεῖν ὡς οὐχ, ὅσα πώποτε τῇ πόλει γέγονʼ ἢ νῦν ἔστʼ ἀγάθʼ ἢ θάτερα, ἵνα μηδὲν εἴπω φλαῦρον, ἐκ τῆς τῶν τριήρων τὰ μὲν κτήσεως, τὰ δʼ ἀπουσίας γέγονεν. οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά· ἃ δʼ οὖν πᾶσι μάλιστʼ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶνʼ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλʼ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφʼ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτʼ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερʼ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖ