Maxime Cum Principibus Viris Philosopho Esse Disserendum — Plutarch
Σωρκανὸν ἐγκολπίσασθαι καὶ φιλίαν τιμᾶν καὶ μετιέναι καὶ προσδέχεσθαι καὶ γεωργεῖν, πολλοῖς μὲν ἰδίᾳ πολλοῖς δὲ καὶ δημοσίᾳ χρήσιμον καὶ ἔγκαρπον γενησομένην, φιλοκάλων ἐστὶ καὶ πολιτικῶν καὶ φιλανθρώπων οὐχ ὡς ἔνιοι νομίζουσι φιλοδόξων·ʼ ἀλλὰ καὶ τοὐναντίον, φιλόδοξός ἐστι καὶ ψοφοδεὴς; ὁ φεύγων καὶ φοβούμενος ἀκοῦσαι λιπαρὴς τῶν ἐν ἐξουσίᾳ καὶ θεραπευτικός . ἐπεὶ τί φησιν ἀνὴρ θεραπευτικὸς καὶ φιλοσοφίας δεόμενος; Σίμων οὖν γένωμαι ὁ σκυτοτόμος ἢ Διονύσιος ὁ γραμματιστὴς ἐκ Περικλέους ἢ Κάτωνος, ἵνα μοι προσδιαλέγηται καὶ προσκαθίζῃ ὡς Σωκράτης ἐκεί ξιιμ πρινξιπιβπς ἰρις νοις; καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διαλέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων ὤφελεν εἶπε καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν· ἡμεῖς δὲ φευξούμεθα τοῖς δυνατοῖς καὶ ἡγεμονικοῖς ὥσπερ ἀγρίοις καὶ ἀνημέροις γίγνεσθαι συνήθεις; οὐκ ἀνδριαντοποιός ἐστιν ὁ τῆς φιλοσοφίας λόγος, ὥστʼ ἐλινύοντα ποιεῖν ἀγάλματα ἐπʼ αὐτᾶς βαθμίδος ἑσταότα κατὰ Πίνδαρον ἀλλʼ ἐνεργὰ βούλεται ποιεῖν ὧν ἂν ἅψηται καὶ πρακτικὰ καὶ ἔμψυχα καὶ· κινητικὰς ὁρμὰς ἐντίθησι καὶ κρίσεις ἀγωγοὺς ἐπὶ τὰ ὠφέλιμα καὶ, προαιρέσεις φιλοκάλους καὶ φρόνημα καὶ μέγεθος μετὰ πραότητος καὶ ἀσφαλείας , διʼ ὧν τοῖς ὑπερέχουσι καὶ· δυνατοῖς ὁμιλοῦσιν οἱ πολιτικοὶ προθυμότερον. καὶ γάρ, ἂν ἰατρὸς ᾖ φιλόκαλος, ἣδιον ὀφθαλμὸν ἰάσεται τὸν ὑπὲρ πολλῶν βλέποντα καὶ πολλοὺς φυλάσσοντα καὶ φιλόσοφος ψυχῆς ἐπιμελήσεται προθυμότερον, ἣν ὑπὲρ πολλῶν φροντίζουσαν ὁρᾷ καὶ πολλοῖς φρονεῖν καὶ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὀφείλουσαν. καὶ γὰρ εἰ δεινὸς ἦν περὶ ζήτησιν ὑδάτων καὶ συναγωγήν, ὥσπερ ἱστοροῦσι τὸν Ἡρακλέα καὶ πολλοὺς τῶν πάλαι, οὐκ ἂν ἔχαιρε φρεωρυχῶν ἐν ἐσχατιᾷ παρὰ Κόρακος πέτρῃ τὴν συβωτικὴν ἐκείνην Ἀρέθουσαν , ἀλλὰ ποταμοῦ τινος πηιλοσοπηο ἐσσε δισσερενδπμ. ἀενάους πηγὰς ἀνακαλύπτων πόλει τε καὶ στρατοπέδοις καὶ φυτείαις βασιλέων καὶ ἄλσεσιν. ἀκούομεν δὴ Ὁμήρου τὸν Μίνω θεοῦ μεγάλου ὀαριστὴν ἀποκαλοῦντος· τοῦτο δʼ ἐστίν, ὥς φησιν ὁ Πλάτων , ὁμιλητὴν καὶ μαθητήν· οὐδὲ γὰρ ἰδιώτας οὐδʼ οἰκουροὺς οὐδʼ ἀπράκτους ἠξίουν εἶναι θεῶν μαθητάς, ἀλλὰ βασιλεῖς, οἷς εὐβουλίας ἐγγενομένης καὶ δικαιοσύνης καὶ χρηστότητος καὶ μεγαλοφροσύνης, πάντες ἔμελλον ὠφεληθήσεσθαι καὶ ἀπολαύσειν οἱ χρώμενοι, τὸ ἠρύγγιον λέγουσι μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, αὐτήν τε πρώτην ἐκείνην καὶ τὸ λοιπὸν αἰπόλιον ἵστασθαι, μέχρι ἂν ὁ αἰπόλος ἐξέλῃ προσελθών· τοιαύτην ἔχουσιν αἱ ἀπορροιαὶ τῆς δυνάμεως ὀξύτητα, πυρὸς δίκην ἐπινεμομένην τὰ γειτνιῶντα καὶ κατασκιδναμένην. καὶ μὴν ὁ τοῦ φιλοσόφου λόγος, ἐὰν μὲν ἰδιώτην ἕνα λάβῃ, χαίροντα ἀπραγμοσύνῃ καὶ περιγράφοντα ἑαυτὸν ὡς κέντρῳ καὶ διαστήματι γεωμετρικῷ ταῖς περὶ τὸ σῶμα χρείαις, οὐ διαδίδωσιν εἰς ἑτέρους, ἀλλʼ ἐν ἑνὶ ποιήσας ἐκείνῳ γαλήνην καὶ ἡσυχίαν ἀπεμαράνθη καὶ συνεξέλιπεν. ἂν δʼ ἄρχοντος ἀνδρὸς καὶ πολιτικοῦ καὶ πρακτικοῦ καθάψηται καὶ τοῦτον ἀναπλήσῃ καλοκαγαθίας, πολλοὺς διʼ ἑνὸς ὠφέλησεν, ὡς Ἀναξαγόρας Περικλεῖ συγγενόμενος καὶ Πλάτων Δίωνι καὶ Πυθαγόρας τοῖς πρωτεύουσιν Ἰταλιωτῶν. Κάτων δʼ αὐτὸς ἔπλευσεν ἀπὸ στρατιᾶς ἐπʼ Ἀθηνόδωρον καὶ Σκιπίων μετεπέμψατο Παναίτιον, ὅτʼ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ὑφορώμενον ὥς φησι Ποσειδώνιος. τί οὖν ἔδει λέγειν τὸν Παναίτιον; εἰ μὲν ἦς ἢ Βάτων ἢ Πολυδεύκης ἤ τις ἄλλος ἰδιώτης, τὰ μέσα τῶν πόλεων ἀποδιδράσκειν βουλόμενος, ἐν γωνίᾳ τινὶ καθʼ ἡσυχίαν ἀναλύων συλλογισμοὺς καὶ περιέλκων φιλοσόφων , ἄσμενος ἄν σε προσεδεξάμην καὶ συνῆν· ἐπεὶ δʼ υἱὸς μὲν Αἰμιλίου Παύλου τοῦ δισυπάτου γέγονας, υἱωνὸς δὲ Σκιπίωνος τοῦ Ἀφρικανοῦ τοῦ νικήσαντος τὸν Ἀννίβαν τὸν Καρχηδόνιον, οὐκ ἄν σοι διαλέξομαι ; Τὸ δὲ λέγειν ὅτι δύο λόγοι εἰσίν, ὁ μὲν ἐνδιάθετος ἡγεμόνος Ἑρμοῦ δῶρον ὁ δʼ ἐν προφορᾷ διάκτορος καὶ ὀργανικός, ἕωλόν ἐστι καὶ ὑποπιπτέτω τῷ τουτὶ μὲν ᾔδειν πρὶν Θέογνιν γεγονέναι. ἐκεῖνο δʼ οὐκ ἂν ἐνοχλήσειεν, ὅτι καὶ τοῦ ἐνδιαθέτου λόγου καὶ τοῦ προφορικοῦ φιλία τέλος ἐστί, τοῦ μὲν πρὸς ἑαυτὸν τοῦ δὲ πρὸς ἕτερον. ὁ μὲν γὰρ εἰς ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν σύμφωνον ἑαυτῷ καὶ ἄμεμπτον ὑφʼ ἑαυτοῦ καὶ μεστὸν εἰρήνης καὶ φιλοφροσύνης τῆς πρὸς ἑαυτὸν ἀεὶ παρέχεται τὸν ἄνθρωπον οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν οὐ πάθος; λόγῳ δυσπειθὲς οὐχ ὁρμῆς μάχη πρὸς ὁρμὴν οὐ λογισμοῦ πρὸς λογισμὸν ἀντίβασις οὐχ ὥσπερ ἐν μεθορίῳ τοῦ ἐπιθυμοῦντος καὶ τοῦ μετανοοῦντος τὸ τραχὺ καὶ ταραχῶδες καὶ τὸ ἡδόμενον, ἀλλʼ εὐμενῆ πάντα καὶ φίλα καὶ ποιοῦντα πλείστων τυγχάνειν ἀγαθῶν καὶ ἑαυτῷ χαίρειν ἕκαστον. τοῦ δὲ προφορικοῦ τὴν Μοῦσαν ὁ Πίνδαρος οὐ φιλοκερδῆ φησὶν οὐδʼ ἐργάτιν εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλʼ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι. οὐ γὰρ ἡ μὲν Ἀφροδίτη ταῖς τοῦ Προποίτου θυγατράσιν ἐμήνιεν ὅτι πρῶται μίσεα μηχανήσαντο καταχέειν νεανίσκων, ἡ δʼ Οὐρανία καὶ Καλλιόπη καὶ ἡ Κλειὼ χαίρουσι τοῖς ἐπʼ ἀργυρίῳ λυμαινομένοις τὸν λόγον. ἀλλʼ ἔμοιγε δοκεῖ τὰ τῶν Μουσῶν ἔργα καὶ δῶρα μᾶλλον ἢ τὰ τῆς Ἀφροδίτης φιλοτήσια εἶναι, καὶ γὰρ τὸ ἔνδοξον, ὅ τινες τοῦ λόγου ποιοῦνται τέλος, ὡς ἀρχὴ καὶ σπέρμα φιλίας ἠγαπήθη· μᾶλλον δʼ ὅλως οἵ γε πολλοὶ κατʼ εὔνοιαν τὴν δόξαν τίθενται, νομίζοντες ἡμᾶς μὴ μόνον ἐπαινεῖν οὓς φιλοῦμεν. ἀλλʼ οὗτοι μέν, ὡς ὁ Ἰξίων διώκων τὴν Ἥραν ὤλισθεν εἰς τὴν νεφέλην, οὕτως ἀντὶ τῆς φιλίας εἴδωλον ἀπατηλὸν καὶ πανηγυρικὸν καὶ περιφερόμενον ὑπολαμβάνουσιν . ὁ δὲ νοῦν ἔχων, ἂν ἐν πολιτείαις καὶ πράξεσιν ἀναστρέφηται, δεήσεται δόξης τοσαύτης, ὅση δύναμιν περὶ τὰς πράξεις ἐκ τοῦ πιστεύεσθαι δίδωσιν οὔτε γὰρ ἡδὺ μὴ βουλομένους οὔτε ῥᾴδιον ὠφελεῖν, βούλεσθαι δὲ ποιεῖ τὸ πιστεύειν ὥσπερ γὰρ τὸ φῶς μᾶλλόν ἐστιν ἀγαθὸν τοῖς βλέπουσιν ἢ τοῖς μὴ βλεπομένοις , οὕτως; ἡ δόξα τοῖς αἰσθανομένοις ἢ τοῖς μὴ παρορωμένοις . ὁ δʼ ἀπηλλαγμένος τοῦ τὰ κοινὰ πράττειν καὶ συνὼν ἑαυτῷ, καὶ τἀγαθὸν ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τιθέμενος τὴν μὲν ἐν ὄχλοις καὶ θεάτροις πάνδημον καὶ ἀναπεπταμένην δόξαν οὕτως ὡς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος ἄπωθεν ἁγνὸς ὢν ἀσπάζεται, τῆς δὲ γε τῶν ἐπιεικῶν καὶ ἐλλογίμων οὐδʼ αὐτὸς καταφρονεῖ πλοῦτον δὲ καὶ δόξαν ἡγεμονικὴν καὶ δύναμιν ἐν φιλίαις οὐ διώκει, οὐ μὴν οὐδὲ φεύγει ταῦτα μετρίῳ προσόντʼ ἤθει οὐδὲ γὰρ τοὺς καλοὺς τῶν νέων διώκει καὶ ὡραίους, ἀλλὰ τοὺς εὐαγώγους καὶ κοσμίους καὶ φιλομαθεῖς· οὐδʼ οἷς