On Virtues and Vices — Aristotle
ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δʼ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δʼ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπʼ αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δʼ ἐστὶ τοῦ μὲν λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία. ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δʼ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθʼ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δʼ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθʼ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δʼ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια δʼ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δʼ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατʼ ἀξίαν. ἐλευθεριότης δʼ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δʼ ἐστὶν ἀρετὴ ψυχῆς, καθʼ ἣν δύναται φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. ἀφροσύνη δʼ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δʼ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθʼ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δʼ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθʼ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα τῶν περὶ θάνατον. ἀκολασία δʼ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. ἀκράτεια δʼ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. ἀδικία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος δʼ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δʼ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης δʼ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια. ἐγκρατείας δʼ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. δικαιοσύνης δʼ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατʼ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους· ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία. ἐλευθεριότητος δʼ ἐστὶ τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζῴων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον. μεγαλοψυχίας δʼ ἐστὶ τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ μεγαλόψυχος οὔθʼ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθʼ ὁ φιλόζωος. ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια. ἀφροσύνης δʼ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν.παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη. ὀργιλότητος δʼ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. δειλίας δʼ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατο