Philopoemen — Plutarch
Φιλοποίμην 1 Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου καὶ δυνηθεὶς ἐν τοῖς μάλιστα τῶν πολιτῶν, τύχῃ δὲ χρησάμενος καὶ τὴν ἑαυτοῦ φυγών ἧκεν εἰς Μεγάλην πόλιν οὐχ ἥκιστα διὰ τὸν Φιλοποίμενος πατέρα Κραῦγιν, ἄνδρα πάντων ἕνεκα λαμπρόν, ἰδίᾳ δὲ πρὸς ἐκεῖνον οἰκείως ἔχοντα. ζῶντος μὲν οὖν αὐτοῦ πάντων ἐτύγχανε, τελευτήσαντος δὲ τὴν ἀμοιβὴν τῆς φιλοξενίας ἀποδιδούς ἔθρεψεν αὐτοῦ τὸν υἱὸν ὀρφανὸν ὄντα, καθάπερ φησὶν Ὅμηρος ὑπὸ τοῦ Φοίνικος τὸν Ἀχιλλέα τραφῆναι, γενναίαν τινὰ καὶ βασιλικὴν τοῦ ἤθους εὐθὺς ἐξ ἀρχῆς πλάσιν καὶ αὔξησιν λαμβάνοντος, ἤδη δὲ τοῦ Φιλοποίμενος ἀντίπαιδος ὄντος Ἔκδημος καὶ Μεγαλοφάνης οἱ Μεγαλοπολῖται διεδέξαντο τὴν ἐπιμέλειαν, Ἀρκεσιλάῳ συνήθεις ἐν Ἀκαδημείᾳ γεγονότες καὶ φιλοσοφίαν μάλιστα τῶν καθʼ ἑαυτοὺς ἐπὶ πολιτείαν καὶ πράξεις προαγαγόντες. οὗτοι καὶ τὴν ἑαυτῶν πατρίδα τυραννίδος ἀπήλλαξαν, τοὺς ἀποκτενοῦντας Ἀριστόδημον κρύφα παρασκευάσαντες, καὶ Νικοκλέα τὸν Σικυωνίων τύραννον Ἀράτῳ συνεξέβαλον, καὶ Κυρηναίοις δεηθεῖσι, τεταραγμένων τῶν κατὰ τὴν πόλιν καὶ νοσούντων, πλεύσαντες εὐνομίαν ἔθεντο καὶ διεκόσμησαν ἄριστα τὴν πόλιν. αὐτοί γε μὴν ἐν τοῖς ἄλλοις ἔργοις καὶ τὴν Φιλοποίμενος ἐποιοῦντο παίδευσιν, ὡς κοινὸν ὄφελος τῇ Ἑλλάδι τὸν ἄνδρα τοῦτον ὑπὸ φιλοσοφίας ἀπεργασόμενοι. καὶ γὰρ ὥσπερ ὀψίγονον ἐν γήρᾳ ταῖς τῶν παλαιῶν ἡγεμόνων ἐπιτεκοῦσα τοῦτον ἀρεταῖς ἡ Ἑλλὰς ἠγάπησε διαφερόντως καὶ συνηύξησε τῇ δόξῃ τὴν δύναμιν. Ῥωμαίων δέ τις ἐπαινῶν ἔσχατον αὐτὸν Ἑλλήνων προσεῖπεν, ὡς οὐδένα μέγαν μετὰ τοῦτον ἔτι τῆς Ἑλλάδος ἄνδρα γειναμένης οὐδὲ αὑτῆς ἄξιον. 2 ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζουσιν εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν· τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι διʼ εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός. ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι. καὶ ὁ μὲν εὐθὺς ἀπορρίψας τὴν χλαμύδα τῶν ξύλων ἔσχιζεν ὁ δὲ ξένος ἐπεισελθὼν καὶ θεασάμενος, τί τοῦτο, ἔφη, ὦ Φιλοποίμην; τί γὰρ ἄλλο, ἔφη δωρίζων ἐκεῖνος, ἢ κακᾶς ὄψεως δίκας δίδωμι; τοῦ δὲ ἄλλου σώματος τὴν φύσιν ἐπισκώπτων ὁ Τίτος εἶπεν, ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη· γαστέρα δʼ οὐκ ἔχεις· ἦν γὰρ ἐκ τῶν μέσων στενώτερος. τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ μᾶλλον ἐλέχθη, καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱππεῖς χρημάτων πολλάκις οὐκ εὐπόρει. ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται. 3 τοῦ δʼ ἤθους τὸ φιλότιμον οὐκ ἦν παντάπασι φιλονεικίας καθαρὸν οὐδʼ ὀργῆς ἀπηλλαγμένον ἀλλὰ καίπερ Ἐπαμεινώνδου βουλόμενος εἶναι μάλιστα ζηλωτής, τὸ δραστήριον καὶ συνετὸν αὐτοῦ καὶ ὑπὸ χρημάτων ἀπαθὲς ἰσχυρῶς ἐμιμεῖτο, τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ παρὰ τὰς πολιτικὰς διαφορὰς ἐμμένειν οὐ δυνάμενος διʼ ὀργὴν καὶ φιλονεικίαν μᾶλλον ἐδόκει στρατιωτικῆς ἢ πολιτικῆς ἀρετῆς οἰκεῖος εἶναι. καὶ γὰρ ἐκ παίδων εὐθὺς ἦν φιλοστρατιώτης, καὶ τοῖς πρὸς τοῦτο χρησίμοις μαθήμασιν ὑπήκουε προθύμως, ὁπλομαχεῖν καὶ ἱππεύειν. ἐπεὶ δὲ καὶ παλαίειν εὐφυῶς ἐδόκει καὶ παρεκάλουν αὐτὸν ἐπὶ τὴν ἄθλησιν ἔνιοι τῶν φίλων καὶ τῶν ἐπιτρόπων, ἠρώτησεν αὐτούς μή τι πρὸς τὴν στρατιωτικὴν ἄσκησιν ὑπὸ τῆς ἀθλήσεως βλαβήσοιτο. τῶν δὲ φαμένων, ὅπερ ἦν, ἀθλητικὸν στρατιωτικοῦ σῶμα καὶ βίον διαφέρειν τοῖς πᾶσι, μάλιστα δὲ δίαιταν ἑτέραν καὶ ἄσκησιν εἶναι, τῶν μὲν ὕπνῳ τε πολλῷ καὶ πλησμοναῖς ἐνδελεχέσι καὶ κινήσεσί τεταγμέναις καὶ ἡσυχίαις αὐξόντων τε καὶ διαφυλαττόντων τὴν ἕξιν ὑπὸ πάσης ῥοπῆς καὶ παρεκβάσεως τοῦ συνήθους ἀκροσφαλῆ πρὸς μεταβολὴν οὖσαν, τὰ δὲ πάσης μὲν πλάνης ἔμπειρα καὶ πάσης ἀνωμαλίας προσῆκον εἶναι, μάλιστα δὲ φέρειν ῥᾳδίως μὲν ἔνδειαν εἰθισμένα, ῥᾳδίως δὲ ἀγρυπνίαν, ἀκούσας ὁ Φιλοποίμην οὐ μόνον αὐτὸς ἔφυγε τὸ πρᾶγμα καὶ κατεγέλασεν, ἀλλὰ καὶ στρατηγῶν ὕστερον ἀτιμίαις καὶ προπηλακισμοῖς, ὅσον ἦν ἐπʼ αὐτῷ, πᾶσαν ἄθλησιν ἐξέβαλεν ὡς τὰ χρησιμώτατα τῶν σωμάτων εἰς τοὺς ἀναγκαίους ἀγῶνας ἄχρηστα ποιοῦσαν. 4 ἀπαλλαγεὶς δὲ διδασκάλων καὶ παιδαγωγῶν ἐν μὲν ταῖς πολιτικαῖς στρατείαις, ἃς ? ἐποιοῦντο κλωπείας ἕνεκα καὶ λεηλασίας εἰς τὴν Λακωνικὴν ἐμβάλλοντες, εἴθισεν αὑτὸν πρῶτον μὲν ἐκστρατευόντων, ὕστατον δὲ ἀπερχομένων βαδίζειν. σχολῆς δὲ οὔσης ἢ κυνηγῶν διεπόνει τὸ σῶμα καὶ κατεσκεύαζε κοῦφον ἅμα καὶ ῥωμαλέον, ἢ γεωργῶν. ἦν γὰρ ἀγρὸς αὐτῷ καλὸς ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, εἰς τοῦτον ἐβάδιζε καθʼ ἡμέραν μετὰ τὸ ἄριστον ἢ μετὰ τὸ δεῖπνον, καὶ καταβαλὼν ἑαυτὸν ἐπὶ στιβαδίου τοῦ τυχόντος ὥσπερ ἕκαστος τῶν ἐργατῶν ἀνεπαύετο. πρωῒ δὲ ἀναστὰς καὶ συνεφαψάμενος ἔργου τοῖς ἀμπελουργοῦσιν ἢ βοηλατοῦσιν, αὖθις εἰς πόλιν ἀπῄει καὶ περὶ τὰ δημόσια τοῖς φίλοις καὶ τοῖς ἄρχουσι συνησχολεῖτο. τὰ μὲν οὖν ἐκ τῶν στρατειῶν προσιόντα κατάνλισκεν εἰς ἵππους καὶ ὅπλα καὶ λύσεις αἰχμαλώτων, τὸν δὲ οἶκον ἀπὸ τῆς γεωργίας αὔξειν ἐπειρᾶτο δικαιοτάτῳ τῶν χρηματισμῶν, οὐδὲ τοῦτο ποιούμενος πάρεργον, ἀλλὰ καὶ πάνυ προσήκειν ? οἰόμενος οἰκεῖα κεκτῆσθαι τὸν ἀλλοτρίων ἀφεξόμενον. ἠκροᾶτο δὲ λόγων καὶ συγγράμμασι φιλοσόφων ἐνετύγχανεν, οὐ πᾶσιν, ἀλλʼ ἀφʼ ὧν ἐδόκει πρὸς ἀρετὴν ὠφελεῖσθαι. καὶ τῶν Ὁμηρικῶν ὅσα τὰς πρὸς ἀνδρείαν ἐγείρειν καὶ παροξύνειν ἐνόμιζε φαντασίας, τούτοις προσεῖχε. τῶν δʼ ἄλλων ἀναγνωσμάτων μάλιστα τοῖς Εὐαγγέλου τακτικοῖς ἐνεφύετο καὶ τὰς περὶ Ἀλέξανδρον ἱστορίας κατεῖχε, τοὺς λόγους ἐπὶ τὰ πράγματα καταστρέφειν οἰόμενος, εἰ μὴ σχολῆς ἕνεκα καὶ λαλιᾶς ἀκάρπου περαίνοιντο. καὶ γὰρ τῶν τακτικῶν θεωρημάτων τὰς ἐπὶ τοῖς πινακίοις διαγραφὰς ἐῶν χαίρειν, ἐπὶ τῶν τόπων αὐτῶν ἐλάμβανεν ἔλεγχον καὶ μελέτην ἐποιεῖτο, χωρίων συγκλινίας καὶ πεδίων ἀποκοπὰς, καὶ ὅσα περὶ ῥείθροις ἢ τάφροις ἢ στενωποῖς πάθη καὶ σχήματα διασπωμένης καὶ πάλιν συστελλομένης φάλαγγος, ἐπισκοπῶν αὐτὸς πρὸς αὑτὸν ἐν ταῖς ὁδοιπορίαις καὶ τοῖς μεθʼ ἑαυτοῦ προβάλλων. ἔοικε γὰρ οὗτος ὁ ἀνὴρ περαιτέρω τῆς ἀνάγκης ἐμφιλοκαλῆσαι τοῖς στρατιωτικοῖς, καὶ τὸν πόλεμον ὡς ποικιλωτάτην ὑπόθεσιν τῆς ἀρετῆς ἀσπάσασθαι, καὶ ὅλως καταφρονεῖν τῶν ἀπολειπομένων ὡς ἀπράκτων. 5 ἤδη δὲ αὐτοῦ τριάκοντα ἔτη γεγονότος Κλεομένης ὁ βασιλεὺς Λακεδαιμονίων νυκτὸς ἐξαίφνης προσπεσὼν τῇ Μεγάλῃ πόλει καὶ τὰς φυ