Iphigenia in Aulis — Euripides
Ἀγαμέμνων Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι, Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος, Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι. δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον. τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί, δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε· ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε· ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη, τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους, κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα. ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί — δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα, ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι. ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν, Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει, Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι, ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται, ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις. τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί, τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι. κἀμὲ στρατηγεῖν εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε. ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα. Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον, καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν, ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν. οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην, τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος, συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων, εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος· πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν, Ἀγαμέμνων Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν στεῖχε. Πρεσβύτης στείχω. τί δὲ καινουργεῖς, Ἀγάμεμνον ἄναξ; Ἀγαμέμνων σπεύσεις; Πρεσβύτης σπεύδω. μάλα τοι γῆρας τοὐμὸν ἄυπνον καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. Ἀγαμέμνων τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει; Πρεσβύτης Σείριος ἐγγὺς τῆς ἑπταπόρου Πλειάδος ᾄσσων ἔτι μεσσήρης. Ἀγαμέμνων οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων τόνδε κατʼ Εὔριπον ἔχουσιν. Πρεσβύτης τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, Ἀγάμεμνον ἄναξ; ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν καὶ ἀκίνητοι φυλακαὶ τειχέων. στείχωμεν ἔσω. Ἀγαμέμνων ζηλῶ σέ, γέρον, ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής· τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ. Πρεσβύτης καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. Ἀγαμέμνων τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν, καὶ τὸ πρότιμον γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων γνῶμαι πολλαὶ καὶ δυσάρεστοι διέκναισαν. Πρεσβύτης οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται. σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας δέλτον τε γράφεις τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς καὶ σφραγίζεις λύεις τʼ ὀπίσω ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν κατὰ δάκρυ χέων, καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς μὴ οὐ μαίνεσθαι. τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ; φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις· σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως πέμπει φερνὴν συννυμφοκόμον τε δίκαιον. Ἀγαμέμνων πέμπω σοι πρὸς ταῖς πρόσθεν δέλτους, ὦ Λήδας ἔρνος— Πρεσβύτης λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ. Ἀγαμέμνων μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς τὰν κολπώδη πτέρυγʼ Εὐβοίας Αὖλιν ἀκλύσταν. εἰς ἄλλας ὥρας γὰρ δὴ παιδὸς δαίσομεν ὑμεναίους. Πρεσβύτης καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ σοὶ σῇ τʼ ἀλόχῳ; τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς. Ἀγαμέμνων ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν, οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα νυμφείους εἰς ἀγκώνων εὐνὰς ἐκδώσειν λέκτροις. Πρεσβύτης δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ, ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον φατίσας ἦγες σφάγιον Δαναοῖς. Ἀγαμέμνων οἴμοι, γνώμας ἐξέσταν, αἰαῖ, πίπτω δʼ εἰς ἄταν. ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ μηδὲν ὑπείκων. Πρεσβύτης σπεύδω, βασιλεῦ. Ἀγαμέμνων μή νυν μήτʼ ἀλσώδεις ἵζου κρήνας μήθʼ ὕπνῳ θελχθῇς. Πρεσβύτης εὔφημα θρόει. Ἀγαμέμνων πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ τροχαλοῖσιν ὄχοις παραμειψαμένη παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη Δαναῶν πρὸς ναῦς. Πρεσβύτης ἔσται τάδε. Ἀγαμέμνων κλῄθρων δʼ ἐξόρμοις ἤν νιν πομπαῖς ἀντήσῃς, πάλιν εἰσόρμα, σεῖε χαλινούς, ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας. Πρεσβύτης πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι, λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ; Ἀγαμέμνων σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ τήνδε κομίζεις. ἴθι. λευκαίνει τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς πῦρ τε τεθρίππων τῶν Ἀελίου· σύλλαβε μόχθων. θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς οὐδʼ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος. Χορός —ἔμολον ἀμφὶ παρακτίαν ψάμαθον Αὐλίδος ἐναλίας, Εὐρίπου διὰ χευμάτων κέλσασα στενοπόρθμων, Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ, ἀγχιάλων ὑδάτων τροφὸν τᾶς κλεινᾶς Ἀρεθούσας, Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ- μιθέων, οὓς ἐπὶ Τροίαν ἐλάταις χιλιόναυσιν τὸν ξανθὸν Μενέλαόν θʼ ἁμέτεροι πόσεις ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ Εὐρώτα δονακοτρόφου Πάρις ὁ βουκόλος ἃν ἔλαβε δῶρον τᾶς Ἀφροδίτας, ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν μορφᾶς ἁ Κύπρις ἔσχεν. Χορός —πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- τέμιδος ἤλυθον ὀρομένα, φοινίσσουσα παρῇδʼ ἐμὰν αἰσχύνᾳ νεοθαλεῖ, ἀσπίδος ἔρυμα καὶ κλισίας ὁπλοφόρους Δαναῶν θέλουσʼ ἵππων τʼ ὄχλον ἰδέσθαι. κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω, τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν Σαλαμῖνος στέφανον· Πρω- τεσίλαόν τʼ ἐπὶ θάκοις πεσσῶν ἡδομένους μορ- φαῖσι πολυπλόκοις Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει- δᾶνος, Διομήδεά θʼ ἡδο- ναῖς δίσκου κεχαρημένον, παρὰ δὲ