An seni respublica gerenda sit — Plutarch
ὅτι μέν, ὦ Εὔφανες, ἐπαινέτης ὢν Πινδάρου πολλάκις ἔχεις διὰ στόματος ὡς εἰρημένον εὖ καὶ πιθανῶς ὑπʼ αὐτοῦ τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον οὐκ ἀγνοοῦμεν. ἐπειδὴ δὲ πλείστας αἱ πρὸς τοὺς πολιτικοὺς ἀγῶνας ἀποκνήσεις καὶ μαλακίαι προφάσεις ἔχουσαι τελευταίαν ὥσπερ τὴν ἀφʼ ἱερᾶς ἐπάγουσιν ἡμῖν τὸ γῆρας, καὶ μάλιστα δὴ τούτῳ τὸ φιλότιμον ἀμβλύνειν καὶ δυσωπεῖν δοκοῦσαι πείθουσιν εἶναί τινα πρέπουσαν οὐκ ἀθλητικῆς μόνον ἀλλὰ καὶ πολιτικῆς περιόδου κατάλυσιν οἴομαι δεῖν ἃ πρὸς ἐμαυτὸν ἑκάστοτε λογίζομαι καὶ πρὸς σὲ διελθεῖν περὶ τῆς πρεσβυτικῆς πολιτείας· ὅπως; μηδέτερος ἀπολείψει τὴν μακρὰν συνοδίαν μέχρι δεῦρο κοινῇ προερχομένην μηδὲ τὸν πολιτικὸν βίον ὥσπερ ἡλικιώτην καὶ συνήθη φίλον ἀπορρίψας μεταβαλεῖται πρὸς ἄλλον ἀσυνήθη καὶ χρόνον οὐκ ἔχοντα συνήθη γενέσθαι καὶ οἰκεῖον, ἀλλʼ ἐμμενοῦμεν οἷς ἀπʼ ἀρχῆς προειλόμεθα, ταὐτὸ τοῦ ζῆν καὶ τοῦ ἀν σενι ρεσπιιβλιξα ʽʼἐερενδα σιτ. καλῶς ζῆν ποιησάμενοι πέρας εἴ γε δὴ μὴ μέλλοιμεν ἐν βραχεῖ τῷ λειπομένῳ τὸν πολὺν ἐλέγγειν χρόνον, · ὡς ἐπʼ οὐδενὶ καλῷ μάτην ἀνηλωμένον. οὐ γὰρ ἡ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον · ἀλλʼ ἐκείνῳ γε τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τὸ γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε. καὶ καλῶς Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος, ἰδιώτην ἐκ τυράννου γεγενημένον ὡς ἀναξίως ἔφη Διονύσιε, σεαυτοῦ πράττεις· οὐ γὰρ ἐνταῦθά σε μεθʼ ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλʼ ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ ὁ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαι πολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος ἀνδρὸς εἰθισμένου παρέχειν αὑτὸν οὐχ ἧττον ἀρχόμενον ὠφελίμως ἢ ἄρχοντα καλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι τοῦτο γάρ ἔσχατον δύεται κατὰ γᾶς ὥς φησι Σιμωνίδης, πλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον καὶ φιλόκαλον καὶ προαπαυδᾷ τῆς τῶν ἀναγκαίων ἐπιθυμίας ὁ τῶν καλῶν ζῆλος, ὡς τὰ πρακτικὰ μέρη καὶ θεῖα τῆς ψυχῆς ἐξιτηλότερα τῶν παθητικῶν καὶ σωματικῶν ἐχούσης· ὅπερ οὐδὲ λέγειν καλὸν οὐδʼ ἀποδέχεσθαι τῶν λεγόντων, ὡς κερδαίνοντες μόνον οὐ κοπιῶμεν ἀλλὰ καὶ τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον, μὴ τὸ φιλότιμον ἀγήρων μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν, ὃ καὶ μύρμηξιν ἄχρι τέλους παραμένει καὶ μελίτταις· οὐδεὶς γὰρ πώποτʼ εἶδεν ὑπὸ γήρως κηφῆνα γενομένην μέλιτταν, ὥσπερ ἔνιοι τοὺς πολιτικοὺς ἀξιοῦσιν, ὅταν παρακμάσωσιν, οἴκοι σιτουμένους καθῆσθαι καὶ ἀποκεῖσθαι, καθάπερ ἰῷ σίδηρον ὑπʼ ἀργίας τὴν πρακτικὴν ἀρετὴν σβεννυμένην περιορῶντας. ὁ γὰρ Κάτων ἔλεγεν, ὅτι πολλὰς ἰδίας ἔχοντι τῷ γήρᾳ κῆρας οὐ δεῖ τὴν ἀπὸ τῆς κακίας ἑκόντας ἐπάγειν αἰσχύνην· πολλῶν δὲ κακιῶν οὐδεμιᾶς ἧττον ἀπραξία καὶ δειλία καὶ μαλακία καταισχύνουσιν ἄνδρα πρεσβύτην, ἐκ πολιτικῶν ἀρχείων καταδυόμενον εἰς οἰκουρίαν γυναικῶν ἢ κατʼ ἀγρὸν ἐφορῶντα καλαμητρίδας καὶ θεριστάς· ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι καὶ μὴ πρότερον, ὥσπερ Ἐπιμενίδην λέγουσι κατακοιμηθέντα νεανίαν ἐξεγρέσθαι γέροντα μετὰ πεντήκοντα ἔτη· εἶτα τὴν οὕτω μακρὰν καὶ συμβεβιωκυῖαν ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτʼ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας εἰπεῖν ὄψʼ ἦλθες ἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρʼ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ἢ ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ πεπείρασαι, μεταλλάττων . τὸ γάρ πόλις ἄνδρα διδάσκει κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις ἐκπονούμενον, ἄνπερ ἐν καιρῷ φύσεως ἐπιλάβηται καὶ πόνον ἐνεγκεῖν καὶ δυσημερίαν εὐκόλως δυναμένης. ταῦτα δόξει τις μὴ κακῶς λέγεσθαι πρὸς τὸν ἀρχόμενον ἐν γήρᾳ πολιτείας. καίτοι τοὐναντίον ὁρῶμεν ὑπὸ τῶν νοῦν ἐχόντων τὰ μειράκια καὶ τοὺς νέους ἀποτρεπομένους τοῦ τὰ κοινὰ πράττειν· καὶ μαρτυροῦσιν οἱ νόμοι διὰ τοῦ κήρυκος ἐν ταῖς ἐκκλησίαις οὐκ Ἀλκιβιάδας οὐδὲ Πυθέας ἀνιστάντες ἐπὶ τὸ βῆμα πρώτους, ἀλλὰ τοὺς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονότας, λέγειν καὶ συμβουλεύειν παρακαλοῦντες οὐ γὰρ τοσοῦτον ἀήθεια τόλμης καὶ τριβῆς ἔνδεια καὶ προτοόπαιον ἑκάστῳ στρατιωτῶν . ὁ δὲ Κάτων μετʼ ὀγδοήκοντʼ ἔτη δίκην ἀπολογούμενος ἔφη χαλεπὸν εἶναι βεβιωκότα μετʼ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι. Καίσαρος δὲ τοῦ καταλύσαντος Ἀντώνιον οὔτι μικρῷ βασιλικώτερα καὶ δημωφελέστερα γενέσθαι πολιτεύματα πρὸς τῇ τελευτῇ πάντες ὁμολογοῦσιν αὐτὸς δὲ τοὺς νέους ἔθεσι καὶ νόμοις αὐστηρῶς σωφρονίζων, ὡς ἐθορύβησαν, ἀκούσατʼ εἶπε νέοι γέροντος οὗ νέου γέροντες ἤκουον. ἡ δὲ Περικλέους πολιτεία τὸ μέγιστον ἐν γήρᾳ κράτος ἔσχεν, ὅτε καὶ τὸν πόλεμον ἄρασθαι τοὺς Ἀθηναίους ἔπεισε· καὶ προθυμουμένων οὐ κατὰ καιρὸν μάχεσθαι πρὸς ἑξακισμυρίους ὁπλίτας, ἐνέστη καὶ διεκώλυσε, μονονοὺ τὰ ὅπλα τοῦ δήμου καὶ τὰς κλεῖς τῶν πυλῶν ἀποσφραγισάμενος. ἀλλὰ μὴν ἅ γε Ξενοφῶν περὶ Ἀγησιλάου γέγραφεν, αὐτοῖς ὀνόμασιν ἄξιόν ἐστι παραθέσθαι ποίας γάρ φησὶ νεότητος οὐ κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν, ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δʼ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου, καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις θάρσος παρέσχεν ἢ Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ τέρματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα; εἶτʼ ἐκείνους μὲν τηλικαῦτα πράττειν ὁ χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δʼ οἱ νῦν τρυφῶντες ἐν πολιτείαις, μὴ τυραννίδα μὴ πόλεμόν τινα μὴ πολιορκίαν ἐχούσαις, ἀπολέμους δʼ ἁμίλλας καὶ φιλοτιμίας νόμῳ τὰ πολλὰ καὶ λόγῳ μετὰ δίκης περαινομένας, ἀπο-· δειλιῶμεν; οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους· εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς τοὐπίγραμμα δηλοῖ τοῖς τελευταίοις ἔπεσιν ἀμφὶ διδασκαλίῃ δὲ Σιμωνίδῃ ἕσπετο κῦδος ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος. Σοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ πάροδον, ᾗ ἐστιν ἀρχὴ εὐίππου, ξένε, τᾶσδε χώρας ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ ἁ λίγεια μινύρεται θαμίζουσα μάλιστʼ ἀηδὼν χλωραῖς ὑπὸ β