Hecuba — Euripides
Πολυδώρου εἴδωλον Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν, Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ, δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου, ὃς τήν δʼ ἀρίστην Χερσονησίαν πλάκα σπείρει, φίλιππον λαὸν εὐθύνων δορί. πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι, τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου. νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι. ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί, καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας· ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται ψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη, αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου, κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ. κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ, πολλοῖς διαύλοις κυμάτων φορούμενος, ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν, τριταῖον ἤδη φέγγος αἰωρούμενος, ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα. πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός· ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν, πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην· αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν. καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει θανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι. δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης. φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω, δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ. τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν. τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν ἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαι Ἑκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν. φεῦ· ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς ὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σε φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας. Ἑκάβη ἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων, ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον, Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν· λάβετε φέρετε πέμπετʼ ἀείρετέ μου γεραιᾶς χειρὸς προσλαζύμεναι· κἀγὼ σκολιῷ σκίπωνι χερὸς διερειδομένα σπεύσω βραδύπουν ἤλυσιν ἄρθρων προτιθεῖσα. ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ, τί ποτʼ αἴρομαι ἔννυχος οὕτω δείμασι, φάσμασιν; ὦ πότνια Χθών, μελανοπτερύγων μῆτερ ὀνείρων, ἀποπέμπομαι ἔννυχον ὄψιν, ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρων φοβερὰν ἐδάην. ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν, ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶν τὴν χιονώδη Θρῄκην κατέχει ξείνου πατρίου φυλακαῖσιν. ἔσται τι νέον· ἥξει τι μέλος γοερὸν γοεραῖς. οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστος φρίσσει, ταρβεῖ. ποῦ ποτε θείαν Ἑλένου ψυχὰν καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες, ὥς μοι κρίνωσιν ὀνείρους; εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ σφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως. καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκρας τύμβου κορυφᾶς φάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέρας τῶν πολυμόχθων τινὰ Τρωιάδων. ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸς πέμψατε, δαίμονες, ἱκετεύω. Χορός Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ, ἵνʼ ἐκληρώθην δούλη, πόλεως ἀπελαυνομένη τῆς Ἰλιάδος, λόγχης αἰχμῇ δοριθήρατος πρὸς Ἀχαιῶν, οὐδὲν παθέων ἀποκουφίζουσʼ, ἀλλʼ ἀγγελίας βάρος ἀραμένη μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων. ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ σφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰς οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις, τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας λαίφη προτόνοις ἐπερειδομένας, τάδε θωΰσσων· Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον στέλλεσθʼ ἀγέραστον ἀφέντες; πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων, δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι τύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν. ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν τῆς μαντιπόλου Βάκχης ἀνέχων λέκτρʼ Ἀγαμέμνων· τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν, δισσῶν μύθων ῥήτορες ἦσαν· γνώμῃ δὲ μιᾷ συνεχωρείτην, τὸν Ἀχίλλειον τύμβον στεφανοῦν αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας πρόσθεν θήσειν ποτὲ λόγχης. σπουδαὶ δὲ λόγων κατατεινομένων ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων κόπις ἡδυλόγος δημοχαριστὴς Λαερτιάδης πείθει στρατιὰν μὴ τὸν ἄριστον Δαναῶν πάντων δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν, μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ στάντα φθιμένων ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων Τροίας πεδίων ἀπέβησαν. ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη, πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων. ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς, ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων, κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας τούς θʼ ὑπὸ γαῖαν. ἢ γάρ σε λιταὶ διακωλύσουσʼ ὀρφανὸν εἶναι παιδὸς μελέας, ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ φοινισσομένην αἵματι παρθένον ἐκ χρυσοφόρου δειρῆς νασμῷ μελαναυγεῖ. Ἑκάβη οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω; ποίαν ἀχώ, ποῖον ὀδυρμόν, δειλαία δειλαίου γήρως, δουλείας οὐ τλατᾶς, οὐ φερτᾶς; οἴμοι. τίς ἀμύνει μοι; ποία γέννα, ποία δὲ πόλις; φροῦδος πρέσβυς, φροῦδοι παῖδες. ποίαν ἢ ταύταν ἢ κείναν στείχω; ποῦ τις θεῶν ἐπαρωγός; ὦ κάκʼ ἐνεγκοῦσαι, Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος ἀγαστὸς ἐν φάει. ὦ τλάμων ἅγησαί μοι πούς, ἅγησαι τᾷ γηραιᾷ πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ, δυστανοτάτας — ἔξελθʼ ἔξελθʼ οἴκων — ἄιε ματέρος αὐδάν. Πολυξένη ἰώ· μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν θάμβει τῷδʼ ἐξέπταξας; Ἑκάβη οἴμοι τέκνον. Πολυξένη τί με δυσφημεῖς; φροίμιά μοι κακά. Ἑκάβη αἰαῖ σᾶς ψυχᾶς. Πολυξένη ἐξαύδα· μὴ κρύψῃς δαρόν. δειμαίνω δειμαίνω, μᾶτερ, τί ποτʼ ἀναστένεις Ἑκάβη τέκνον τέκνον μελέας ματρὸς Πολυξένη τί δὲ τόδʼ ἀγγελεῖς; Ἑκάβη σφάξαι σʼ Ἀργείων κοινὰ συντείνει πρὸς τύμβον γνώμα Πηλείᾳ γέννᾳ. Πολυξένη οἴμοι μᾶτερ, πῶς φθέγγῃ ἀμέγαρτα κακῶν; μάνυσόν μοι, μάνυσον, μᾶτερ. Ἑκάβη αὐδῶ, παῖ, δυσφήμους φήμας· ἀγγέλλουσʼ Ἀργείων δόξαι ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς. Πολυξένη ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων, ὦ δυστάνου μᾶτερ βιοτᾶς οἵα