De Gymnastica — Philostratus the Athenian
ΦΙΛΟΣΤΡΑΤΟΓΥ ΓΥΜΝΑΣΤΙΚΟΣ σοφίαν ἡγώμεθα καὶ τὰ τοιαῦτα μέν, οἷον φιλοσοφῆσαι καὶ εἰπεῖν σὺν τέχνῃ, ποιητικῆς τε ἅψασθαι καὶ μουσικῆς καὶ γεωμετρίας, καί, νὴ Δία, ἀστρονομίας, ὁπόση μὴ περιττή· σοφία δὲ καὶ τὸ κοσμῆσαι στρατιάν, καὶ ἔτι τὰ τοιαῦτα, ἰατρικὴ πᾶσα καὶ ζωγραφία καὶ πλάσται καὶ ἀγαλμάτων εἴδη καὶ κοῖλοι λίθοι καὶ κοῖλος σίδηρος. βάναυσοι δὲ ὁπόσαι, δεδόσθω μὲν αὐταῖς τέχνη, καθʼ ἣν ὄργανόν τι καὶ σκεῦος ὀρθῶς ἀποτελεσθήσεται, σοφία δὲ ἐς ἐκείνας ἀποκείσθω μόνας, ἃς εἶπον. ἐξαιρῶ κυβερνήτην τῶν βαναύσων, ἐπειδὴ ἄστρων τε συνίησιν καὶ ἀνέμων καὶ τῶν ἀδήλων ἅπτεται. ταῦτα μὲν ὧν ἕνεκά μοι εἴρηται, δειχθήσεται, περὶ δὲ γυμναστικῆς, σοφίαν λέγωμεν οὐδεμιᾶς ἐλάττω τέχνης, ὥστε ἐς ὑπομνήματα ξυντεθῆναι τοῖς βουλομένοις γυμνάζειν· ἡ μὲν γὰρ πάλαι γυμναστικὴ Μίλωνας ἐποίει καὶ Ἱπποσθένας, Πουλυδάμαντάς τε καὶ Προμάχους καὶ Γλαῦκον τὸν Δημύλου, καὶ τοὺς πρὸ τούτων ἔτι ἀθλητάς, τὸν Πηλέα δήπου καὶ τὸν Θησέα καὶ τὸν Ἡρακλέα αὐτόν, ἡ δὲ ἐπὶ τῶν πατέρων ἥττους μὲν οἶδε, θαυμασίους δὲ καὶ μεμνῆσθαι ἀξίους· ἡ δὲ νῦν καθεστηκυῖα, μεταβέβληκεν οὕτω τὰ τῶν ἀθλητῶν, ὡς καὶ τοῖς φιλογυμναστοῦσι τοὺς πολλοὺς ἄχθεσθαι. δοκεῖ δὴ μοι διδάξαι μὲν τὰς αἰτίας, διʼ ἃς ὑποδέδωκε ταῦτα, ξυμβαλέσθαι δὲ γυμνάζουσί τε καὶ γυμναζομένοις, ὁπόσα οἶδα, ἀπολογήσασθαί τε ὑπὲρ τῆς φύσεως ἀκουούσης κακῶς, ἐπειδὴ παρὰ πολὺ τῶν πάλαι οἱ νῦν ἀθληταί· λέοντάς τε γὰρ βόσκει καὶ νῦν φαυλοτέρους οὐδέν, τῶν τε κυνῶν καὶ ἵππων καὶ ταύρων ταὐτὸν χρῆμα, καὶ τὸ ἐς δένδρα δὲ αὐτῆς ἧκον ἄμπελοί τε ὅμοιοι ἔτι καὶ συκῆς δῶρα, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων οὐδὲν παρήλλαξεν, ἀλλʼ ὡς αὐτὴ ἐνόμισε, τοῖς προτέροις ὅμοια φύει τὰ πάντα· ἀθληταῖς δέ, ὁπόσαι περὶ αὐτοὺς ἦσάν ποτε ἀρεταί, οὐχ ἡ φύσις ἀπηνέχθη αὐτῶν , φέρει γὰρ δὴ ἔτι θυμοειδεῖς εὐειδεῖς ἀγχίνους, φύσεως γὰρ ταῦτα, τὸ δὲ μὴ ὑγιῶς γυμνάζεσθαι, μηδὲ ἐῤῥωμένως ἐπιτηδεύειν ἀφείλετο τὴν φύσιν τὸ ἑαυτῆς κράτος. καὶ ὅπως μὲν ξυνέβη ταῦτα, δηλώσω ὕστερον, πρῶτον δὲ ἐπισκεψώμεθα δρόμου αἰτίας καὶ πυγμῆς καὶ πάλης καὶ τῶν τοιούτων, καὶ ἐξ ὅτου ἤρξατο ἕκαστα καὶ ἀφʼ ὅτου. παρακείσεται δὲ ἁπανταχοῦ τὰ Ἠλείων, δεῖ γάρ που τὰ τοιαῦτα ἐκ τῶν ἀκριβεστάτων φράζειν. ἔστι τοίνυν ἀγωνίας ξυμπάσης τὰ μὲν κοῦφα ταῦτα· στάδιον, δόλιχος, ὁπλῖται, δίαυλος, ἅλμα, ἀκόντιον , τὰ βαρύτερα δὲ παγκράτιον, πάλη, πύκται, δίσκος . πένταθλος δὲ ἀμφοῖν συνηρμόσθη· τὸ παλαῖσαι μὲν γὰρ καὶ δισκεῦσαι βαρεῖς, τὸ δὲ ἀκοντίσαι καὶ πηδῆσαι καὶ δραμεῖν κοῦφοί εἰσι. πρὸ μὲν δὴ Ἰάσονος καὶ Πηλέως ἅλμα ἐστεφανοῦτο ἰδίᾳ καὶ δίσκος ἰδίᾳ, καὶ τὸ ἀκόντιον ἤρκει ἐς νίκην κατὰ τοὺς χρόνους, οὓς ἡ Ἀργὼ ἔπλει· Τελαμὼν μὲν κράτιστα ἐδίσκευε, Λυγκεὺς δὲ ἠκόντιζεν, ἔτρεχον δὲ καὶ ἐπήδων οἱ ἐκ Βορέου, Πηλεὺς δὲ ταῦτα μὲν ἦν δεύτερος, ἐκράτει δὲ ἁπάντων πάλῃ· ὁπότʼ οὖν ἠγωνίζοντο ἐν Λήμνῳ, φασὶν Ἰάσονα Πηλεῖ χαριζόμενον συνάψαι τὰ πέντε καὶ Πηλέα τὴν νίκην οὕτω συλλέξασθαι, πολεμικώτατόν τε νομισθῆναι τῶν ἐφʼ ἑαυτοῦ διά τε τὴν ἀρετὴν, ᾗ ἐχρῆτο ἐς τὰς μάχας, διά τε τὴν εἰς τὰ πέντε ἐπιτήδευσιν οὕτω πολεμικὴν οὖσαν, ὡς καὶ ἀκοντίζειν ἐν τοῖς ἄθλοις. δολίχου δὲ αἰτία ἦν ἥδε· δρομοκήρυκες ἐξ Ἀρκαδίας ἐφοίτων ἐς τὴν Ἑλλάδα τῶν πολεμικῶν ἄγγελοι, καὶ ἀπείρητο αὐτοῖς μὴ ἱππεύειν, ἀλλʼ αὐτουργοῖς εἶναι τοῦ δρόμου. τὸ ἀεὶ οὖν ἐν βραχεῖ τῆς ἡμέρας διαδραμεῖν στάδια ὁπόσα ὁ δόλιχος, δολιχοδρόμους τοὺς δρομοκήρυκας εἰργάζετο καὶ ἐγύμναζε τῷ πολέμῳ. στάδιον δὲ ὧδε εὕρηται· θυσάντων Ἠλείων ὁπόσα νομίζουσι, διέκειτο μὲν ἐπὶ τοῦ βωμοῦ τὰ ἱερά, πῦρ δὲ αὐτοῖς οὔπω ἐνέκειτο. στάδιον δὲ οἱ δρομεῖς ἀπεῖχον τοῦ βωμοῦ καὶ εἱστήκει πρὸ αὐτοῦ ἱερεὺς ξὺν λαμπαδίῳ βραβεύων, καὶ ὁ νικῶν ἐμπυρίσας τὰ ἱερὰ Ὀλυμπιονίκης ἀπῄει. ἐπεὶ δὲ Ἠλεῖοι θύσειαν, ἔδει μὲν καὶ τοὺς ἁπάντων τῶν Ἑλλήνων θύειν θεωρούς, ὡς δὲ μὴ ἀργῶς ἡ πρόσοδος αὐτῶν γίγνοιτο, ἔτρεχον οἱ δρομεῖς ἀπὸ τοῦ βωμοῦ στάδιον, οἷον καλοῦντες τὸ Ἑλληνικόν, καὶ πάλιν ἐς ταὐτὸν ὑπέστρεφον οἷον ἀγγέλλοντες, ὅτι δὴ ἀφίξοιτο ἡ Ἑλλὰς χαίρουσα· ταῦτα μὲν οὖν περὶ διαύλου. οἱ δρόμοι δὲ οῖ ὁπλῖται ποικίλοι μέν, καὶ μάλιστα οῖ κατὰ Νεμέαν, οὓς ἐνόπλους τε καὶ ἱππίους ὀνομάζουσιν, ἀνάκειται δὲ τοῖς ἀμφὶ Τυδέα τοῖς ἑπτά. ὁ δέ γε Ὀλυμπιακὸς ὁπλίτης, ὡς μὲν Ἠλεῖοί φασιν, ἐτέθη διὰ ταῦτα· πόλεμον Ἠλεῖοι Δυμαίοις ξυνῆψαν οὕτω τι ἀκήρυκτον, ὡς μηδὲ τὰ Ὀλύμπια ἀνοχὰς εἶναι, νικώντων δὲ αὐτῶν κατʼ αὐτὴν τὴν τῶν ἄθλων ἡμέραν ὁπλίτης λέγεται τῶν ἀπὸ τῆς μάχης ἐσδραμεῖν ἐς τὸ στάδιον εὐαγγέλια ἀπάγων τῆς νίκης. ταυτὶ δὲ πιθανὰ μέν, ἀκούω δʼ αὐτὰ καὶ Δελφῶν, ἐπειδὴ πρὸς ἐνίας τῶν Φωκίδων πόλεων ἐπολέμησαν, καὶ Ἀργείων, ἐπειδὴ πολέμῳ συνεχεῖ πρὸς Λακεδαιμονίους ἐτρίβοντο, καὶ Κορινθίων, ἐπειδὴ καὶ ἐν αὐτῇ τῇ Πελοποννήσῳ καὶ ὑπὲρ τὰ ὅρια τοῦ Ἰσθμοῦ ἐπολέμουν· ἐμοὶ δὲ ἕτερα περὶ τοῦ ὁπλίτου δοκεῖ· φημὶ γὰρ νενομίσθαι μὲν αὐτὸν ἐκ πολεμικῆς αἰτίας, παριέναι δὲ ἐς τοὺς ἀγῶνας πολέμου ἀρχῆς ἕνεκα, δηλούσης τῆς ἀσπίδος, ὅτι πέπαυται ἐκεχειρία, δεῖ δὲ ὅπλων. εἰ δὲ μὴ ῥᾳθύμως ἀκούεις τοῦ κήρυκος, ὁρᾷς ὡς ἐπὶ πάντων τελευτῆς κηρύττει λήγειν μὲν τὸν τῶν ἄθλων ταμίαν ἀγῶνα, τὴν σάλπιγγα δὲ τὰ τοῦ Ἐνυαλίου σημαίνειν προκαλουμένην τοὺς νέους ἐς ὅπλα. κελεύει δὲ τουτὶ τὸ κήρυγμα καὶ τοὔλαιον ἀραμένους ἐκποδὼν ποι φέρειν, οὐχ ὡς ἀλειψομένους, ἀλλʼ ὡς πεπαυμένους τοῦ ἀλείφεσθαι. ἄριστος δὲ ὁ κατὰ Βοιωτίαν καὶ Πλάταιαν ὁπλίτης ἐνομίζετο διά τε τὸ μῆκος τοῦ δρόμου διά τε τὴν ὅπλισιν ποδήρη οὖσαν καὶ σκεπάζουσαν τὸν ἀθλητήν, ὡς ἂν εἰ καὶ μάχοιτο, διά τε τὸ ἐπʼ ἔργῳ λαμπρῷ κεῖσθαι τῷ Μηδικῷ, διά τε τὸ νομίσαι ταῦτα Ἕλληνας κατὰ βαρβάρων, καὶ μὴν καὶ διὰ τὸν νόμον τὸν ἐπὶ τοῖς ἀγωνιουμένοις κείμενον, ὡς νενόμικεν ἡ Πλάταια· τὸν γὰρ ἤδη παρʼ αὐτοῖς ἐστεφανωμένον, εἰ ἀγωνίζοιτο αὖθις, ἐγγυητὰς ἔδει καταστῆσαι τοῦ σώματος, θάνατος γὰρ ἡττωμένῳ προσετέτακτο. Πυγμὴ δὲ Λακωνικὸν εὕρημα καὶ ἐς Βέβρυκάς ποτε βαρβάρους ἦλθεν, ἄριστά τε αὐτῇ Πολυδεύκης ἐχρῆτο, ὅθεν οἱ ποιηταὶ αὐτὸν ἐκ τούτων ᾖδον. ἐπύκτευον δὲ οἱ ἀρχαῖοι Λακεδαιμόνιοι διὰ τάδε· κράνη Λακεδαιμονίοις οὐκ ἦν, οὐδʼ ἐγχώριον ἡγοῦντο τὴν ὑπʼ αὐτοῖς μάχην, ἀλλʼ ἦν ἀσπὶς ἀντὶ κράνους τῷ μετʼ ἐπιστήμης φέροντι. ὡς οὖν φυλάττοιντο μὲν τὰς κατὰ τοῦ προσώπου πληγάς, πληττόμενοι δὲ ἀνέχοιντο, πυγμὴν ἐπήσκησαν καὶ τὰ πρόσωπα οὕτω στέγειν ἐνεγυμνάζοντο. προιόντες δὲ μεθῆκαν τὸ πυκτεύειν καὶ τὸ παγκρατιάζειν ὁμ