Epistulae et dialexeis — Philostratus the Athenian
Ἐπιστολαί α τὰ ῥόδα ὥσπερ πτεροῖς τοῖς φύλλοις ἐποχούμενα ἐλθεῖν παρὰ σὲ σπουδὴν ἐποιήσαντο. ὑπόδεξαι αὐτὰ εὐμενῶς, ἢ ὡς Ἀδώνιδος ὑπομνήματα, ἢ ὡς Ἀφροδίτης βαφήν, ἢ ὡς γῆς ὄμματα. ἀθλητῇ μὲν οὖν κότινος πρέπει καὶ βασιλεῖ μεγάλῳ ἡ ὀρθὴ τιάρα καὶ στρατιώτῃ λόφος, καλῷ δὲ μειρακίῳ ῥόδον καὶ διὰ συγγένειαν εὐωδίας καὶ διὰ τὸ οἰκεῖον τῆς χροιᾶς. περιθήσῃ δὲ οὐ σὺ τὰ ῥόδα, ἀλλʼ αὐτὰ σέ. β πέπομφά σοι στέφανον ῥόδων, οὐ σὲ τιμῶν, καὶ τοῦτο μὲν γάρ, ἀλλʼ αὐτοῖς τι χαριζόμενος τοῖς ῥόδοις, ἵνα μὴ μαρανθῇ. γ οἱ Λακεδαιμόνιοι φοινικοβαφεῖς ἐνεδύοντο χιτῶνας, ἢ ἵνα ἐκπλήττωσι τοὺς ἐναντίους τῷ φοβερῷ τῆς χροιᾶς, ἢ ἵνα ἀγνοῶσι τὸ αἷμα τῇ κοινωνίᾳ τῆς βαφῆς· ὑμᾶς δὲ δεῖ τοὺς καλοὺς ῥόδοις μόνοις ὁπλίζεσθαι καὶ ταύτην λαμβάνειν παρὰ τῶν ἐραστῶν τὴν πανοπλίαν. ὑάκινθος μὲν οὖν λευκῷ μειρακίῳ πρέπει καὶ νάρκισσος μέλανι, ῥόδον δὲ πᾶσιν, ὡς καὶ μειράκιον τὸ πάλαι ὂν καὶ ἄνθος καὶ φάρμακον καὶ μύρον. ταῦτα Ἀγχίσην ἀνέπεισε, ταῦτα Ἄρην ἀπέδυσε, ταῦτα Ἄδωνιν ἐλθεῖν ἀνέμνησε, ταῦτα ἦρος κόμαι, ταῦτα γῆς ἀστραπαί, ταῦτʼ ἔρωτος λαμπάδες. δ αἰτιᾷ με, ὅτι σοι ῥόδα οὐκ ἔπεμψα· ἐγὼ δὲ οὔτε ὡς ὀλίγωρος τοῦτο ἐποίησα οὔτε ὡς ἀνέραστος ἄνθρωπος, ἀλλʼ ἐσκόπουν, ὅτι ξανθὸς ὢν καὶ ῥόδοις ἰδίοις στεφανούμενος ἀλλοτρίων ἀνθέων οὐ δέῃ. οὐδὲ γὰρ Ὅμηρος τῷ ξανθῷ Μελεάγρῳ στέφανον περιέθηκεν, ἐπεὶ τοῦτο ἂν ἦν ἄλλο πῦρ ἐπὶ πυρὶ καὶ δαλὸς ἐπʼ ἐκείνῳ διπλοῦς, ἀλλʼ οὐδὲ τῷ Ἀχιλλεῖ, οὐδὲ τῷ Μενελάῳ, οὐδὲ ἄλλοις, ὅσοι παρʼ αὐτῷ κομῶσι. φθονερὸν γὰρ δεινῶς τὸ ἄνθος καὶ ὠκύμορον καὶ παύσασθαι ταχύ, λέγεται δʼ αὐτοῦ καὶ τὴν πρώτην γένεσιν ἐκ λυπηροτάτης ἄρξασθαι προφάσεως· ἡ γὰρ ἄκανθα τῶν ῥόδων παριοῦσαν τὴν Ἀφροδίτην ἔκνισεν, ὡς Κύπριοι λέγουσι καὶ Φοίνικες. ἀλλὰ τί; μὴ στεφανούμεθα ἄνθος, ὃ οὐδὲ Ἀφροδίτης φείδεται; ε πόθεν εἶ, μειράκιον; εἰπέ, ὅτι οὕτως ἀτέγκτως πρὸς ἔρωτας ἔχεις; ἐκ Σπάρτης ἐρεῖς; οὐκ εἶδες οὖν Ὑάκινθον, οὐδʼ ἐστεφανώσω τῷ τραύματι ; ἀλλʼ ἐκ Θεσσαλίας; οὐκ ἐδίδαξεν οὖν σε οὐδʼ ὁ Φθιώτης; ἀλλʼ Ἀθήνηθεν; τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα οὐ διέβης; ἀλλʼ ἀπʼ Ἰωνίας; καὶ τί τῆς γῆς ἐκείνης ἁβρότερον, ὅπου Βράγχοι καὶ Κλάροι οἱ Ἀπόλλωνος καλοί; ἀλλʼ ἐκ Κρήτης, ὅπου πλεῖστος Ἔρως ὁ τὰς ἑκατὸν πόλεις περιπολῶν; Σκύθης μοι δοκεῖς καὶ βάρβαρος εἶναι ἀπʼ ἐκείνου τοῦ βωμοῦ καὶ τῶν ἀξένων θεαμάτων. ἔξεστιν οὖν σοι τὸν πάτριον μιμήσασθαι νόμον· εἰ δὲ σώζειν οὐ θέλεις, λάβε τὸ ξίφος· οὐ παραιτοῦμαι, μὴ φοβηθῇς· ἐπιθυμῶ κἂν τοῦ τραύματος. ς εἰ σωφρονεῖς, διὰ τί ἐμοὶ μόνῳ; εἰ δὲ χαρίζῃ, διὰ τί μὴ κἀμοί; ζ ὅτι πένης εἰμί, ἀτιμότερός σοι δοκῶ· καὶ μὴν καὶ αὐτὸς ὁ Ἔρως γυμνός ἐστι καὶ αἱ Χάριτες καὶ οἱ ἀστέρες. ὁρῶ δὲ ἐγὼ τὸν Ἡρακλέα ἐν ταῖς γραφαῖς δορὰν θηρίου περιβεβλημένον καὶ τὰ πολλὰ χαμαὶ καθεύδοντα, τὸν δὲ Ἀπόλλωνα καὶ ὑψηλῷ ζώσματι ἢ δισκεύοντα ἢ τοξεύοντα ἢ τρέχοντα, οἱ δὲ Περσῶν βασιλεῖς τρυφῶσι καὶ μετέωροι κάθηνται τῷ πολλῷ χρυσίῳ περιβαλλόμενοι· τοιγαροῦν ἔπασχον κακῶς ὑπὸ τῶν πενήτων Ἑλλήνων νικώμενοι. ἦν πτωχὸς ὁ Σωκράτης, ἀλλʼ ὑπέτρεχε τὸν τρίβωνα αὐτοῦ ὁ πλούσιος Ἀλκιβιάδης. ἄπιδε πρὸς τὸ θέατρον· πενήτων ὁ δῆμος. ἄπιδε πρὸς τὰ δικαστήρια· πένητες κάθηνται. ἄπιδε ἐπὶ τὰς μάχας· οἱ μὲν πολυτελεῖς καὶ χρυσοῖ τοῖς ὅπλοις λείπουσι τὰς τάξεις, ἡμεῖς δὲ ἀριστεύομεν. ἐν αὐτοῖς τε τοῖς πρὸς τοὺς καλοὺς ὑμᾶς σκέψαι πόσον τὸ μεθόριον· ὑβρίζει τὸν πεισθέντα ὁ πλούσιος ὡς ἐωνημένος, ὁ πένης οἶδε χάριν ὡς ἐλεούμενος. πάλιν ὁ λαμπρὸς τὸ πεπραγμένον ἐς ἐξουσίαν ἀναφέρει τῆς οἰκείας δυνάμεως, ὁ δὲ πένης ἐς τὴν τοῦ δόντος φιλανθρωπίαν. ὁ πλούσιος ἄγγελον πέμπει κόλακα καὶ παράσιτον, μάγειρον καὶ τοὺς ἐκ τῆς τραπέζης, ὁ πένης δὲ ἑαυτόν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ὁ πλούσιος καλεῖ σε ἐρώμενον, ἐγὼ δὲ κύριον· ἐκεῖνος ὑπηρέτην, ἐγὼ δὲ θεόν· ἐκεῖνος μέρος τῶν αὑτοῦ κτημάτων, ἐγὼ δὲ πάντα, ὅθεν ἄλλου πάλιν ἐρασθεὶς ὅμοιος πρὸς ἐκεῖνον ἔσται, πένης δὲ ἅπαξ ἐρᾷ. τίς δύναται παραμεῖναι νοσοῦντι; τίς αὑτὸν προτάξαι πεμπομένου βέλους; τίς ὑπὲρ σοῦ πεσεῖν; ἐν τούτοις πᾶσι πλουτῶ. η εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς· οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι, καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ ὁ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδὲ ὁ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ· ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων καὶ ὁ Ζεὺς ἡμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένη καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀηδὼν τοῦ ἔαρος καὶ ἡ χελιδὼν τῆς οἰκίας καὶ ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψικῶν· οὗτος μὲν ὁ ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον· ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνύποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος. θ τί παθόντα τὰ ῥόδα, πρὶν μὲν παρὰ σοὶ γενέσθαι, καλὰ ἦν καὶ ῥόδα — οὐ γὰρ ἂν αὐτὰ οὐδὲ ἔπεμψα, εἰ μή τι ἀξιόκτητον εἶχεν — ἐλθόντα δὲ εὐθὺς ἐμαράνθη καὶ ἀπέπνευσε; τὸ μὲν σαφὲς οὐκ οἶδα τῆς αἰτίας, οὐ γάρ μοί τι εἰπεῖν ἠθέλησαν, ὡς δʼ εἰκάσαι ῥᾴδιον, οὐκ ἤνεγκε παρευδοκιμούμενα, οὐδὲ ἠνέσχετο τῆς πρὸς σὲ ἁμίλλης, ἀλλʼ ὁμοῦ τε ἔθιγεν εὐωδεστέρου χρωτὸς καὶ ἀπώλετο. οὕτω καὶ λύχνος πίπτει πυρὸς μείζονος ἡττηθεὶς καὶ ἄστρα ἀμαυρά, ὅταν ἀντιβλέπειν ἡλίῳ μὴ δύνηται. ι τοὺς ὄρνις αἱ καλιαὶ δέχονται, τοὺς ἰχθύας αἱ πέτραι, τὰ ὄμματα τοὺς καλούς, κἀκεῖνα μὲν πλανᾶται μεθιστάμενα καὶ μετοικοῦντα ἄλλοτε ἐπʼ ἄλλους τόπους — ἄγουσι γὰρ αὐτοὺς ὡς ἄγουσιν οἱ καιροί — κάλλος δὲ ἅπαξ ἐπʼ ὀφθαλμοὺς ῥυὲν οὐκ ἄπεισιν ἐκ τούτου τοῦ καταγωγίου. οὕτω κἀγώ σε ὑπεδεξάμην καὶ φέρω πανταχοῦ τοῖς τῶν ὀμμάτων δικτύοις, κἂν ἐπὶ θάλατταν ἔλθω, ἀνάγει σε ἡ θάλαττα, ὥσπερ τὴν Ἀφροδίτην ὁ μῦθος, ἄν τε ἐπὶ λειμῶνα, αὐτῶν τῶν ἀνθέων ἐξέχεις. καὶ τί γὰρ ἐκεῖ τοιοῦτον φύεται; καὶ γὰρ εἰ καλὰ καὶ χαρίεντα, ἀλλὰ μιᾶς ἡμέρας. ἀπιδών δὲ ἐς οὐρανὸν τὸν μὲν ἥλιον ἡγοῦμαι κατιέναι καὶ κάτω που βαδίζειν, ἀντʼ ἐκείνου δὲ σὲ φαίνειν. εἰ δὲ καὶ νὺξ γένηται, δύο βλέπω μόνους ἀστέρας, τὸν ἕσπερον καὶ σέ. ια ποσά