Agamemnon — Aeschylus
Φύλαξ Φύλαξ θεοὺς μὲν αἰτῶ τῶνδʼ ἀπαλλαγὴν πόνων φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι . καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ. εὖτʼ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τʼ ἔχω εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην ἐμήν· φόβος γὰρ ἀνθʼ ὕπνου παραστατεῖ, τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ· ὅταν δʼ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, ὕπνου τόδʼ ἀντίμολπον ἐντέμνων ἄκος, κλαίω τότʼ οἴκου τοῦδε συμφορὰν στένων οὐχ ὡς τὰ πρόσθʼ ἄριστα διαπονουμένου. νῦν δʼ εὐτυχὴς γένοιτʼ ἀπαλλαγὴ πόνων εὐαγγέλου φανέντος ὀρφναίου πυρός. ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον φάος πιφαύσκων καὶ χορῶν κατάστασιν πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν. ἰοὺ ἰού. Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει· αὐτός τʼ ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δʼ οὖν μολόντος εὐφιλῆ χέρα ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δʼ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας βέβηκεν· οἶκος δʼ αὐτός, εἰ φθογγὴν λάβοι, σαφέστατʼ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. Χορός δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν στόλον Ἀργείων χιλιοναύτην, τῆσδʼ ἀπὸ χώρας ἦραν, στρατιῶτιν ἀρωγὰν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη τρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοις ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη πόνον ὀρταλίχων ὀλέσαντες· ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλων ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον γόον ὀξυβόαν τῶνδε μετοίκων ὑστερόποινον πέμπει παραβᾶσιν Ἐρινύν. οὕτω δʼ Ἀτρέως παῖδας ὁ κρείσσων ἐπʼ Ἀλεξάνδρῳ πέμπει ξένιος Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς πολλὰ παλαίσματα καὶ γυιοβαρῆ γόνατος κονίαισιν ἐρειδομένου διακναιομένης τʼ ἐν προτελείοις κάμακος θήσων Δαναοῖσι Τρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦν ἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον· οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβων οὔτε δακρύων ἀπύρων ἱερῶν ὀργὰς ἀτενεῖς παραθέλξει. ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷ τῆς τότʼ ἀρωγῆς ὑπολειφθέντες μίμνομεν ἰσχὺν ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων ἐντὸς ἀνᾴσσων ἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ, τό θʼ ὑπέργηρων φυλλάδος ἤδη κατακαρφομένης τρίποδας μὲν ὁδοὺς στείχει, παιδὸς δʼ οὐδὲν ἀρείων ὄναρ ἡμερόφαντον ἀλαίνει. σὺ δέ, Τυνδάρεω θύγατερ, βασίλεια Κλυταιμήστρα, τί χρέος; τί νέον; τί δʼ ἐπαισθομένη, τίνος ἀγγελίας πειθοῖ περίπεμπτα θυοσκεῖς; πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων, βωμοὶ δώροισι φλέγονται· ἄλλη δʼ ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασʼ ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον τῆς θυμοβόρου φρένα λύπης. Χορός κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει πειθὼ μολπᾶν ἀλκὰν σύμφυτος αἰών· ὅπως Ἀχαι- ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονα ταγάν, πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς, φανέντες ἴ- κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου παμπρέπτοις ἐν ἕδραισιν, βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν, βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω. Χορός κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας πομπούς τʼ ἀρχάς· οὕτω δʼ εἶπε τερᾴζων· χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργων κτήνη πρόσθε τὰ δημιοπληθῆ Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον· οἶον μή τις ἄγα θεόθεν κνεφά- σῃ προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν.οἴκτῳ γὰρ ἐπί- φθονος Ἄρτεμις ἁγνὰ πτανοῖσιν κυσὶ πατρὸς αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν στυγεῖ δὲ δεῖπνον αἰετῶν. αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω. Χορός τόσον περ εὔφρων, καλά, δρόσοισι λεπτοῖς μαλερῶν λεόντων πάντων τʼ ἀγρονόμων φιλομάστοις θηρῶν ὀβρικάλοισι τερπνά, τούτων αἴνει ξύμβολα κρᾶναι, δεξιὰ μέν, κατάμομφα δὲ φάσματα . ἰήιον δὲ καλέω Παιᾶνα, μή τινας ἀντιπνόους Δανα- οῖς χρονίας ἐχενῇδας ἀ- πλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τινʼ, ἄδαιτον νεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος. τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν μόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις· τοῖς δʼ ὁμόφωνον αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω. Χορός Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προσεννέπω. οὐκ ἔχω προσεικάσαι πάντʼ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος χρὴ βαλεῖν ἐτητύμως. Χορός οὐδʼ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, οὐδὲ λέξεται πρὶν ὤν· ὃς δʼ ἔπειτʼ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν· Χορός τὸν φρονεῖν βροτοὺς ὁδώ- σαντα, τὸν πάθει μάθος θέντα κυρίως ἔχειν. στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας μνησιπήμων πόνος· καὶ παρʼ ἄ- κοντας ἦλθε σωφρονεῖν. δαιμόνων δέ που χάρις βίαιος σέλμα σεμνὸν ἡμένων. Χορός καὶ τόθʼ ἡγεμὼν ὁ πρέ- σβυς νεῶν Ἀχαιικῶν, μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ- νοντʼ Ἀχαιικὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρόχ- θοις ἐν Αὐλίδος τόποις· Χορός πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι νήστιδες δύσορμοι, βροτῶν ἄλαι, ναῶν τε καὶ πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄν- θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκ- τροις ἐπικρούσαντας Ἀτρεί- δας δάκρυ μὴ κατασχεῖν· Χορός ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν· βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δʼ, εἰ τέκνον δαΐ- ξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν ῥείθροις πατρῴους χέρας πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν, πῶς λ