Epinicians — Bacchylides
Ode 1 Ἀργεῖῳ Κεῖῳ Παιδί Πύκτῃ Ἴσθμια κλυτοφόρμιγγες Δ̣[ιὸς ὑ- ψιμέδοντος παρθένοι ¯˘˘Πι]ε̣ρίδες ¯¯]ενυφαι[˘˘¯¯ ¯˘˘]ο̣υς ἵνα κ[¯ ¯¯˘]γαίας Ἰσθμί[ας ¯¯˘]ν, εὐβούλου ν̣[˘¯ ¯˘γαμ]βρὸν Νηρέ[ος !˘!!˘!¯!] νάσοιό τʼ ἐϋ- !!˘!!˘!!] αν, ἔνθ̣[¯˘¯ ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι ¯˘¯¯¯˘ὑφʼ ἅρ]μ̣ασιν ἵππους οἱ δὲ π]έ̣τ̣οντο ![˘¯¯ ¯˘¯¯]εσσιν ἀν[δρῶν ¯˘˘¯˘]τον αὐτ[¯ ¯˘¯]ἄλλαισιν[¯¯¯˘¯¯ ˘˘¯¯¯]ν̣ πυκ[ιν¯ ˘˘¯¯]γοὶ κόρ̣[αι ¯˘˘¯]αγορā ¯¯]ο̣ μελίφρονος ὕπ̣[νου ¯˘˘ἁμετ[έραν ¯¯˘ ἀ̣ρ]χ̣α̣ίαν πόλιν ¯¯˘¯¯]γ̣οιμεν οἴ- κους ἐπʼ]ἀ̣νδ̣ήροις ἁλός ὑπό τʼ α]ὐ̣γαῖς ἀελι̣ο̣υ ¯˘˘¯]σαγόραι ¯¯Μα]κ̣ελὼ δὲ τ[˘¯¯ ¯˘φιλ]āλάκατος, ¯¯]δʼ ἐπʼ εὐναῆ [πόρον ¯¯]α· προσφώνει τέ νιν ¯˘¯]σαίνουσʼ ὀπί· ˘˘¯¯μ]ὲν στέρομαι ˘˘ἀμ]φάκει δύᾳ ¯˘˘¯π]ενίᾳ ¯¯˘˘¯]!γετ[!] πάμπα[ν ¯˘˘¯˘˘]α̣ς ¯¯˘¯¯¯]ομοι ¯ ˘]αφθε[ ¯ ˘ × ¯ ˘ ˘ ¯ ¯ ! ! ς· τριτάτᾳ με[˘ ¯ ¯ ἁμέρᾳ Μίνως ἀρ[ῇο]ς ἤλυθεν αἰολοπρύμνοις ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ· Διὸς εὐκλείου δὲ ϝέκα- τι βαθύζωνον κόραν Δεξιθέαν δάμασεν· καί ϝοι λίπεν ἥμισυ λαῶν, ἄνδρας ἀρηϊφίλους, τοῖσιν πολύκρημνον χθόνα νείμας ἀποπλ έω ν ᾤχετʼ ἐς Κνωσὸν ἱμερτὰν πόλιν βασιλεὺς Εὐρωπιάδας· δεκάτῳ δʼ Εὐξάντιον μηνὶ τέ]κʼ εὐπλόκ[αμος νύμφα φερ]εκυδέ[ϊ νάσῳ ¯ ˘ ˘ ¯]πρύτα[νιν δν ἄλλα]ξαν θύγατρες πόλ[ιν ¯ ¯ ¯]ν βαθυδεί- ελον· [ἐκ τᾶ]ς μὲν γένος ἔπλε[το καρτε]ρόχειρ Ἀργεῖος [˘ ¯ ˘] λέοντος θυμὸ[ν ἔχων], ὁπότε χρεῖ[ός τι συμ]βολοῖ μάχας, ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν, τόσα Παν[θείδᾳ κλυτό]το- ξος Ἀπό[λλων ὤπασε]ν, ἀμφί τʼ ἰατορίᾳ ξείνων τε φιλάνορι τιμᾷ· εὖ δὲ λαχὼν Χαρίτων πολλοῖς τε θαυμασθεὶς βροτᾶν αἰῶνʼ ἔλυσεν, πέντε παῖ- δας μεγαινήτους λιπών. τῶν ἕνα ϝοι Κρονίδας ὑψίζυγος Ἰσθμιόνικον θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ- λων στεφάνων ἐπίμοιρον. φαμὶ καὶ φάσω μέγιστον κῦδος ἔχειν ἀρετάν, πλοῦ- τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ, ἐθέλει δʼ αὔξειν φρένας ἀν- δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς ἐλπίδι κυδροτέρᾳ σαίνει κέαρ· εἰ δʼ ὑγιείας θνατὸς ἐὼν ἔλαχεν, ζώειν τʼ ἀπʼ οἰκείων ἔχει, πρώτοις ἐρίζει· παντί τοι τέρψις ἀνθρώπων βίῳ ἕπεται νόσφιν γε νόσων πενίας τʼ ἀμαχάνου. ἶσον ὅ τʼ ἀφνεὸς ἱ- μείρει μεγάλων ὅ τε μείων παυροτέρων· τὸ δὲ πάν- των εὐμαρεῖν οὐδὲν γλυκὺ θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ- γοντα δίζηνται κιχεῖν. ὅντινα κουφόταται θυμὸν δονέουσι μέριμναι, ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι- μάν· ἀρετὰ δʼ ἐπίμοχθος μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί- πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα. Ode 2 Τῷ Αὐτῷ ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα ἐς Κέον ἱεράν, χαριτώ- νυμον φέρουσʼ ἀγγελίαν, ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ- γεῖος ἄρατο νίκαν· καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ αὐχένι ϝισθμοῦ ζαθέαν λιπόντες Εὐξαντίδα νᾶ- σον ἐπεδείξαμεν ἑβδομή- κοντα σὺν στεφάνοισιν. καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς γλυκεῖαν αὐλῶν καναχάν, γεραίρουσʼ ἐπινικίοις Πανθείδα φίλον υἱόν. Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια. ἀριστοκάρπου Σικελίας κρέουσαν Δάματρα ϝιοστέφανόν τε κούραν ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ- λυμπιοδρόμους Ἱέρωνος ἵππους. σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι. θρόησε δὲ λ[αὸς ἀπείρων· ἆ τρισευδαίμ[ων ἀνήρ, ὃ παρὰ Ζηνὸς λαχὼν πλείσταρχον Ἑλλάνων γέρας οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ- φαρέϊ κρύπτειν σκότῳ. βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, βρύουσι φιλοξενίας ἀγυιαί· λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς ὑψιδαιδάλτων τριπόδων σταθέντων πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος Φοίβου παρὰ Κασταλίας ῥεέθροις Δελφοὶ διέπουσι. θεόν, θεόν τις ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων. ἐπεί ποτε καὶ δαμασίππου Λυδίας ἀρχαγέταν, εὖτε τὰν πεπ[ρωμέναν Ζηνὸς τελε[ιοῦσαι κρίσιν Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ, Κροῖσον ὁ χρυσά[ορος φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον θυγατράσι δυρομέναις· χέρας δʼ ἐς αἰπὺν αἰθέρα σφετέρας ἀείρας γέγω]νεν· ὑπέρβιε δαῖμον, ποῦ θεῶν ἐστιν χάρις; ποῦ δὲ Λατοίδας ἄναξ; πίτνουσ]ιν Ἀλυάττα δόμοι, ¯˘¯×¯˘¯×] μυρίων ¯˘¯×¯˘¯]ν; ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ, φοινίσσεται αἵματι χρυσο]δίνας Πακτωλός· ἀεικελίως γυναῖκες ἐξ ἐϋκτίτων μεγάρων ἄγονται· τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον. τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας ἔβαλλον· ὁ γὰρ προφανὴς θνα- τοῖσιν ἔχθιστος φόνων· ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς λαμπρὸν διάϊ[σσεν μέ]νος, Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος σβέννυεν ξανθὰ[ν φλόγα. ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα τεύχει· τότε Δαλογενὴς Ἀπόλλων φέρων ἐς Ὑπερβορέους γέροντα σὺν τανισφύροις κατένασσε κούραις δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν. ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ. ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς, ὦ μεγαίνητε Ἱέρων, θελήσει φάμ]εν σέο πλείονα χρυσὸν Λοξί]ᾳ πέμψαι βροτῶν. εὖ λέγ]ειν πάρεστιν, ὅσ- τις μὴ φθόνῳ πιαίνεται, θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον, τεθμ]ίου σκᾶπτρον Διὸς ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν· ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι. καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών· δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι· θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι μοῦνον ἁλίου φάος, χὥτι πεντήκοντʼ ἔτ εα ζωὰν βαθύπλουτον τελεῖς. ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ κερδέων ὑπέρτατον. φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός· ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς ἄνθεα· πράξα[ντι] δʼ εὖ οὐ φέρει κόσμον σιω- πά· σὺν δʼ ἀλαθείᾳ καλῶν καὶ μελιγλώσσου τις ὑμνήσει χάριν Κηΐας ἀηδόνος. Ode 4 Τῷ Αὐτῷ Ἵπποις Πύθια. ἔτι Συρακοσίαν φιλεῖ πόλιν ὁ χρυσοκόμας Ἀπόλλων, ἀστύθεμίν θʼ Ἱέρωνα γεραίρει· τρίτον γὰρ παρʼ ὀμφα]λὸν ὑψιδείρου χθονὸς Πυθιόνικ[ος ἀείδε]ται ὠκυπόδ[ων ἀρετᾶ] σὺν ἵππων. έ̣[!!!!] ἁδυεπὴς ἀ[να- ξιφόρ]μιγγος Ουρ[αν]ίας ἀλέκτωρ !!!!!!]εν· ἀλλʼ ἑκ[όν]τι νόῳ, !!!!!ο]υς ἐπέσεισ̣εν ὕμνους ἔτι δὲ τέ]τρατον εἴ τις ορ- !!!!!!!]εἵλκε Δίκ]ας τάλαν[τον Δεινομέν εό ς κʼ ἐγερα[ίρο]