Lycurgus — Plutarch
Λυκοῦργος 1 περὶ Λυκούργου τοῦ νομοθέτου καθόλου μὲν οὐδὲν ἔστιν εἰπεῖν ἀναμφισβήτητον, οὗ γε καὶ γένος καὶ ἀποδημία καὶ τελευτὴ καὶ πρὸς ἅπασιν ἡ περὶ τοὺς νόμους αὐτοῦ καὶ τὴν πολιτείαν πραγματεία διαφόρους ἔσχηκεν ἱστορίας, ἥκιστα δὲ οἱ χρόνοι καθʼ οὓς γέγονεν ὁ ἀνὴρ ὁμολογοῦνται, οἱ μὲν γάρ Ἰφίτῳ συνακμάσαι καὶ συνδιαθεῖναι τὴν Ὀλυμπιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν, ὧν ἐστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, τεκμήριον προσφέρων τὸν Ὀλυμπίασι δίσκον ἐν ᾧ τοὔνομα τοῦ Λυκούργου διασώζεται καταγεγραμμένον· οἱ δὲ ταῖς διαδοχαῖς τῶν ἐν Σπάρτῃ βεβασιλευκότων ἀναλεγόμενοι τὸν χρόνον, ὥσπερ Ἐρατοσθένης καὶ Ἀπολλόδωρος, οὐκ ὀλίγοις ἔτεσι πρεσβύτερον ἀποφαίνουσι τῆς πρώτης Ὀλυμπιάδος. Τίμαιος δὲ ὑπονοεῖ, δυεῖν ἐν Σπάρτῃ γεγονότων Λυκούργων οὐ κατὰ τὸν αὐτὸν χρόνον, τῷ ἑτέρῳ τὰς ἀμφοῖν πράξεις διὰ τὴν δόξαν ἀνακεῖσθαι καὶ τόν γε πρεσβύτερον οὐ πόρρω τῶν Ὁμήρου γεγονέναι χρόνων, ἔνιοι δὲ καὶ κατʼ ὄψιν ἐντυχεῖν Ὁμήρῳ. δίδωσι δὲ καὶ Ξενοφῶν ὑπόνοιαν ἀρχαιότητος ἐν οἷς τὸν ἄνδρα λέγει γεγονέναι κατὰ τοὺς Ἡρακλείδας. γένει μὲν γὰρ Ἡρακλεῖδαι δήπουθεν ἦσαν καὶ οἱ νεώτατοι τῶν ἐν Σπάρτῃ βασιλέων, ὁ δὲ ἔοικε βουλομένῳ τοὺς πρώτους ἐκείνους καὶ σύνεγγυς Ἡρακλέους ὀνομάζειν Ἡρακλείδας. οὐ μὴν ἀλλὰ καίπερ οὕτως πεπλανημένης τῆς ἱστορίας, πειρασόμεθα τοῖς βραχυτάτας ἔχουσιν ἀντιλογίας ἢ γνωριμωτάτους μάρτυρας ἑπόμενοι τῶν γεγραμμένων περὶ τοῦ ἀνδρὸς ἀποδοῦναι τὴν διήγησιν. ἐπεὶ καὶ Σιμωνίδης ὁ ποιητὴς οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός, ἀλλὰ Πρυτάνιδος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ δὲ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλογοῦσιν, ἀλλὰ Προκλέους μὲν τοῦ Ἀριστοδήμου γενέσθαι Σόον, Σόου δὲ Εὐρυπῶντα, τούτου δὲ Πρύτανιν, ἐκ τούτου δὲ Εὔνομον, Εὐνόμου δὲ Πολυδέκτην ἐκ προτέρας γυναικός, Λυκοῦργον δὲ νεώτερον ἐκ Διωνάσσης, ὡς Διευτυχίδας ἱστόρηκεν, ἕκτον μὲν ἀπὸ Προκλέους, ἑνδέκατον δὲ ἀφʼ Ἡρακλέους. 2 τῶν δὲ προγόνων αὐτοῦ μάλιστα μὲν ἐθαυμάσθη Σόος, ἐφʼ οὗ καὶ τοὺς εἵλωτας ἐποιήσαντο δούλους οἱ Σπαρτιᾶται καὶ χώραν προσεκτήσαντο πολλὴν Ἀρκάδων ἀποτεμόμενοι. λέγεται δὲ τὸν Σόον ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων, ὁμολογῆσαι τὴν δορίκτητον γῆν αὐτοῖς ἀφήσειν, εἰ πίοι καὶ αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς, γενομένων δὲ τῶν ὁρκίων συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος, ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον ἔτι τῶν πολεμίων παρόντων ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν, ὡς μὴ πάντων πιόντων. ἀλλὰ καίπερ ἐπὶ τούτοις θαυμάζοντες αὐτὸν οὐκ ἀπὸ τούτου τὴν οἰκίαν, ἀλλὰ τοῦ παιδὸς αὐτοῦ προσηγόρευσαν Εὐρυπωντίδας, ὅτι δοκεῖ πρῶτος Εὐρυπῶν τὸ ἄγαν μοναρχικὸν ἀνεῖναι τῆς βασιλείας, δημαγωγῶν καὶ χαριζόμενος τοῖς πολλοῖς. ἐκ δὲ τῆς τοιαύτης ἀνέσεως τοῦ μὲν δήμου θρασυνομένου, τῶν δ’ ὕστερον βασιλέων τὰ μὲν ἀπεχθανομένων τῷ βιάζεσθαι τοὺς πολλούς, τὰ δὲ πρὸς χάριν ἢ διʼ ἀσθένειαν ὑποφερομένων, ἀνομία καὶ ἀταξία κατέσχε τὴν Σπάρτην ἐπὶ πολὺν χρόνον ὑφʼ ἧς καὶ τὸν πατέρα τοῦ Λυκούργου βασιλεύοντα συνέβη τελευτῆσαι. διερύκων γάρ ἁψιμαχίαν τινά, μαγειρικῇ κοπίδι πληγεὶς ἀπέθανε, τῷ πρεσβυτέρῳ παιδὶ Πολυδέκτῃ καταλιπὼν τὴν βασιλείαν. 3 ἀποθανόντος δὲ καὶ τούτου μετʼ ὀλίγον χρόνον ἔδει βασιλεύειν, ὡς πάντες ᾤοντο, τὸν Λυκοῦργον· καὶ πρίν γε τὴν γυναῖκα τοῦ ἀδελφοῦ φανερὰν γενέσθαι κύουσαν ἐβασίλευεν. ἐπεὶ δὲ τοῦτο τάχιστα ᾔσθετο, τὴν μὲν βασιλείαν ἀπέφηνε τοῦ παιδὸς οὖσαν, ἄνπερ ἄρρην γένηται, τὴν δὲ ἀρχὴν αὐτὸς ὡς ἐπίτροπος διεῖπε. τοὺς δὲ τῶν ὀρφανῶν βασιλέων ἐπιτρόπους Λακεδαιμόνιοι προδίκους ὠνόμαζον. ὡς δὲ ἡ γυνὴ προσέπεμπε κρύφα καὶ λόγους ἐποιεῖτο, βουλομένη διαφθεῖραι τὸ βρέφος ἐπὶ τῷ συνοικεῖν ἐκείνῳ βασιλεύοντι τῆς Σπάρτης, τὸ μὲν ἦθος αὐτῆς ἐμίσησε, πρὸς δὲ τὸν λόγον αὐτὸν οὐκ ἀντεῖπεν, ἀλλʼ ἐπαινεῖν καὶ δέχεσθαι προσποιούμενος, οὐκ ἔφη δεῖν ἀμβλίσκουσαν αὐτὴν καὶ φαρμακευομένην διαλυμαίνεσθαι τὸ σῶμα καὶ κινδυνεύειν αὐτῷ γὰρ μελήσειν ὅπως εὐθὺς ἐκποδὼν ἔσται τὸ γεννηθέν. οὕτω δὲ παραγαγὼν ἄχρι τοῦ τόκου τὴν ἄνθρωπον, ὡς ᾔσθετο τίκτουσαν, εἰσέπεμψε παρέδρους ταῖς ὠδῖσιν αὐτῆς καὶ φύλακας, οἷς ἦν προστεταγμένον, ἐὰν μὲν θῆλυ τεχθῇ, παραδοῦναι ταῖς γυναιξίν, ἐὰν δὲ ἄρρεν, κομίσαι πρὸς ἑαυτὸν ὅ τι ἂν τύχῃ πράττων. ἔτυχε δὲ δειπνοῦντος αὐτοῦ μετὰ τῶν ἀρχόντων ἀποκυηθὲν ἄρρεν καὶ παρῆσαν οἱ ὑπηρέται τὸ παιδάριον αὐτῷ κομίζοντες. ὁ δὲ δεξάμενος, ὡς λέγεται, καὶ πρὸς τοὺς παρόντας εἰπών, βασιλεὺς ὑμῖν γέγονεν, ὦ Σπαρτιᾶται, κατέκλινεν ἐν τῇ βασιλικῇ χώρᾳ καὶ Χαρίλαον ὠνόμασε διὰ τὸ τοὺς πάντας εἶναι περιχαρεῖς, ἀγαμένους αὐτοῦ τὸ φρόνημα καὶ τὴν δικαιοσύνην. ἐβασίλευσε δὲ μῆνας ὀκτὼ τὸ σύμπαν, ἦν δὲ καὶ τἆλλα περίβλεπτος ὑπὸ τῶν πολιτῶν, καὶ πλείονες ἐγένοντο τῶν ὡς ἐπιτρόπῳ βασιλέως καὶ βασιλικὴν ἐξουσίαν ἔχοντι πειθομένων οἱ διʼ ἀρετὴν προσέχοντες αὐτῷ καὶ ποιεῖν ἐθέλοντες ἑτοίμως τὸ προσταττόμενον. ἦν δέ τι καὶ τὸ φθονοῦν καὶ πρὸς τὴν αὔξησιν ὄντι νέῳ πειρώμενον ἐνίστασθαι, μάλιστα μὲν οἱ συγγενεῖς καὶ οἰκεῖοι τῆς τοῦ βασιλέως μητρὸς ὑβρίσθαι δοκούσης, ὁ δὲ ἀδελφὸς αὐτῆς Λεωνίδας καὶ θρασύτερόν ποτε τῷ Λυκούργῳ λοιδορηθείς, ὑπεῖπεν ὡς εἰδείη σαφῶς μέλλοντα βασιλεύειν αὐτόν, ὑπόνοιαν διδοὺς καὶ προκαταλαμβάνων διαβολῇ τὸν Λυκοῦργον, εἴ τι συμβαίη τῷ βασιλεῖ παθεῖν, ὡς ἐπιβεβουλευκότα. τοιοῦτοι δὲ τινες λόγοι καὶ παρὰ τῆς γυναικὸς ἐξεφοίτων ἐφʼ οἷς βαρέως φέρων καὶ δεδοικὼς τὸ ἄδηλον, ἔγνω φυγεῖν ἀποδημίᾳ τὴν ὑπόνοιαν, καὶ πλανηθῆναι μέχρις ἂν ὁ ἀδελφιδοῦς ἐν ἡλικίᾳ γενόμενος τεκνώσῃ διάδοχον τῆς βασιλείας. 4 οὕτως ἀπάρας πρῶτον μὲν εἰς Κρήτην ἀφίκετο· καὶ τὰς αὐτόθι πολιτείας κατανοήσας καὶ συγγενόμενος τοῖς πρωτεύουσι κατὰ δόξαν ἀνδράσι, τὰ μὲν ἐζήλωσε καὶ παρέλαβε τῶν νόμων, ὡς οἴκαδε μετοίσων καὶ χρησόμενος, ἔστι δ’ ὧν κατεφρόνησεν. ἕνα δὲ τῶν νομιζομένων ἐκεῖ σοφῶν καὶ πολιτικῶν χάριτι καὶ φιλίᾳ πείσας ἀπέστειλεν εἰς τὴν Σπάρτην, Θάλητα, ποιητὴν μὲν δοκοῦντα λυρικῶν μελῶν καὶ πρόσχημα τὴν τέχνην ταύτην πεποιημένον, ἔργῳ δὲ ἅπερ οἱ κράτιστοι τῶν νομοθετῶν διαπραττό- μενον. λόγοι γὰρ ἦσαν αἱ ᾠδαὶ πρὸς εὐπείθειαν καὶ ὁμόνοιαν ἀνακλητικοί, διὰ μελῶν ἅμα καὶ ῥυθμῶν πολὺ τὸ κόσμιον ἐχόντων καὶ καταστατικόν, ὧν ἀκροώμενοι κατεπραΰνοντο λεληθότως τὰ ἤθη καὶ συνῳκειοῦντο τῷ ζήλῳ τῶν καλῶν ἐκ τῆς ἐπιχωριαζούσης τότε πρ