Hippolytus — Euripides
Ἀφροδίτη Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος, θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω· ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο. δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα· ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα, μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας λέγει κακίστην δαιμόνων πεφυκέναι, ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων· Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος· χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός, μείζω βροτείας προσπεσὼν ὁμιλίας. τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ; ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ. ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν. καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν, πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο, ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν. ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα, μίασμα φεύγων αἵματος Παλλαντιδῶν, καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα, ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον. ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν· δείξω δὲ , κἀκφανήσεται. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ. ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται, Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν. ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως στείχοντα, θήρας μόχθον ἐκλελοιπότα, Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων. πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε. Ἱππόλυτος ἕπεσθ’ ἀείδοντες ἕπεσθε τὰν Διὸς οὐρανίαν Ἄρτεμιν, ᾇ μελόμεσθα. Χορός Κυνηγῶν πότνια πότνια σεμνοτάτα, Ζανὸς γένεθλον, χαῖρε, χαῖρέ μοι, ὦ κόρα Λατοῦς Ἄρτεμι καὶ Διός, καλλίστα πολὺ παρθένων, ἃ μέγαν κατ’ οὐρανὸν ναίεις εὐπατέρειαν αὐ- λάν, Ζηνὸς πολύχρυσον οἶκον. χαῖρέ μοι, ὦ καλλίστα καλ- λίστα τῶν κατ’ Ὄλυμπον. Ἱππόλυτος σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται, Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις· ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς, τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις. ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο. μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν· σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι, κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν. τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου. Θεράπων ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών — ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ; Ἱππόλυτος καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν. Θεράπων οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος Ἱππόλυτος οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι; Θεράπων μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον. Ἱππόλυτος ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν; Θεράπων ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις; Ἱππόλυτος πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ. Θεράπων ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε; Ἱππόλυτος εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα. Θεράπων πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων Ἱππόλυτος τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα. Θεράπων τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις. Ἱππόλυτος πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι. Θεράπων σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς. Ἱππόλυτος ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει. Θεράπων εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ. Ἱππόλυτος οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν. Θεράπων τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών. Ἱππόλυτος χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα. τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω. Θεράπων ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον, φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν, προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν, δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν, εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων μάταια βάζει· μὴ δόκει τούτων κλύειν· σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς. Χορός Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται, βαπτὰν κάλπισι ῥυτὰν πα- γὰν προιεῖσα κρημνῶν· ὅθι μοί τις ἦν φίλα πορφύρεα φάρεα ποταμίᾳ δρόσῳ τέγγουσα, θερ- μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ- αλίου κατέβαλλ’· ὅθεν μοι πρώτα φάτις ἦλθε δεσποίνας· Χορός τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν οἴκων, λεπτὰ δὲ φάρη ξάν- θαν κεφαλὰν σκιάζειν· τριτάταν δέ νιν κλύω τάνδ’ ἀβρωσίᾳ στόματος ἁμέραν Δάματρος ἀ- κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ- πτῷ πένθει θανάτου θέλου- σαν κέλσαι ποτὶ τέρμα δύστανον. Χορός — ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα, εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας ἢ σεμνῶν Κορυβάντων φοι- τᾷς ἢ ματρὸς ὀρείας; — σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί- κτυνναν ἀμπλακίαις ἀνίε- ρος ἀθύτων πελάνων τρύχῃ; φοιτᾷ γὰρ καὶ διὰ λίμνας χέρσον θ’ ὑπὲρ πελάγους δίναις ἐν νοτίαις ἅλμας. Χορός — ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν ἀρχαγόν, τὸν εὐπατρίδαν, ποιμαίνει τις ἐν οἴκοις κρυ- πτὰ κοίτα λεχέων σῶν; — ἢ ναυβάτας τις ἔπλευσεν Κρή- τας ἔξορμος ἀνὴρ λιμένα τὸν εὐξεινότατον ναύταις, φήμαν πέμπων βασιλείᾳ, λύπᾳ δ’ ὑπὲρ παθέων εὐναία δέδεται ψυχά; Χορός — φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν, ὠδινῶν τε καὶ ἀφροσύνας. δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’ αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν τόξων μεδέουσαν ἀύτευν Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ σὺν θεοῖσι φοιτᾷ. Χορός — ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν τήνδε κομίζουσ’ ἔξω μελάθρων· τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή, τί δεδήληται δέμας ἀλλόχροον βασιλείας. Τροφός ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι. τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω; τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ· ἔξω δὲ δόμων ἤδ