気難し屋(デュスコロス) — Menander
Πάν Τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον, Φυλήν, τὸ νυμφαῖον δ’ ὅθεν προέρχομαι Φυλασίων καὶ τῶν δυναμένων τὰς πέτρας ἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ. Τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξί’ οἰκεῖ τουτονὶ Κνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρα καὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τ’ ὄχλωι – « ὄχλωι » λέγω ; Ζῶν οὗτος ἐπιεικῶς χρόνον πολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωι οὐδεν<ί>, προσηγόρευκε πρότερος δ’ οὐδένα, [10] πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τ’ ἐμὲ τὸν Πᾶνα· καὶ τοῦτ’ εὐθὺς αὐτῶι μεταμέλει, εὖ οἶδ’. Ὅμως οὖν, τῶι τρόπωι τοιοῦτος ὤν, χήραν γυναῖκ’ ἔγημε, τετελευτηκότος αὐτῆι νεωστὶ τοῦ λαβόντος τὸ πρότερον ὑοῦ τε καταλελειμμένου μικροῦ τότε. Ταύτηι ζυγομαχῶν οὐ μόνον τὰς ἡμέρας ἐπιλαμβάνων δὲ καὶ τὸ πολὺ νυκτὸς μέρος ἔζη κακῶς. Θυγάτριον αὐτῶι γίνεται· ἔτι μᾶλλον. Ὡς δ’ ἦν τὸ κακὸν οἷον οὐθὲν ἂν [20] ἕτερον γένοιθ’, ὁ βίος τ’ ἐπίπονος καὶ πικρός, ἀπῆλθε πρὸς τὸν ὑὸν ἡ γυνὴ πάλιν τὸν πρότερον αὐτῆι γενόμενον. Χωρίδιον τούτωι δ’ ὑπάρχον ἦν τι μικρὸν ἐνθαδὶ ἐν γειτόνων, οὗ διατρέφει νυνὶ κακῶς τὴν μητέρ’, αὑτόν, πιστὸν οἰκέτην θ’ ἕνα πατρῶιον. Ἤδη δ’ ἐστὶ μειρακύλλιον ὁ παῖς ὑπὲρ τὴν ἡλικίαν τὸν νοῦν ἔχων· προάγει γὰρ ἡ τῶν πραγμάτων ἐμπειρία. Ὁ γέρων δ’ ἔχων τὴν θυγατέρ’ αὐτὸς ζῆι μόνος [30] καὶ γραῦν θεράπαιναν, ξυλοφορῶν σκάπτων τ’, ἀεὶ πονῶν, ἀπὸ τούτων ἀρξάμενος τῶν γειτόνων καὶ τῆς γυναικὸς μέχρι Χολαργέων κάτω μισῶν ἐφεξῆς πάντας. Ἡ δὲ παρθένος γέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓν εἰδυῖα φλαῦρον. Τὰς δὲ συντρόφους ἐμοὶ Νύμφας κολακεύουσ’ ἐπιμελῶς τιμῶσά τε πέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τινα ἡμᾶς· νεανίσκον τε καὶ μάλ’ εὐπόρου πατρὸς γεωργοῦντος ταλάντων κτήματα [40] ἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριβῆι, ἥκο]ντ’ ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς [ ]υ κατὰ τύχην παραβαλόντ’ εἰς τὸν τόπον [ ]. Ἔχειν πως ἐνθεαστικῶς ποῶ. Ταῦτ’ ἐστὶ τὰ κεφάλαια, τὰ καθ’ ἕκαστα δὲ ὄψεσθ]’ ἐὰν βούλησθε–βουλήθητε δέ. Καὶ γὰ]ρ προσιόνθ’ ὁρᾶν δοκῶ μοι τουτονὶ τὸν ἐρῶντα τόν τε συγκ~[υνηγέτη]ν~ ἅμα, αὑτοῖς ὑπὲρ τούτων τι σ[υγκοινουμ]ένους. Χαιρέας Τί φήις ; Ἰδὼν ἐνθένδε παῖδ’ ἐλευθέραν [50] τὰς πλησίον Νύμφας στεφανοῦσαν, Σώστρατε, ἐρῶν ἀπῆλθες εὐθύς ; Σώστρατος Εὐθύς. Χαιρέας Ὡς ταχύ. Ἦ τοῦτ’ ἐβεβούλευσ’ ἐξιών, ἐρᾶν τινος ; Σώστρατος Σκώπτεις· ἐγὼ δὲ, Χαιρέα, κακῶς ἔχω. Χαιρέας Ἀλλ’ οὐκ ἀπιστῶ. Σώστρατος Διόπερ ἥκω παραλαβὼν σὲ πρὸς τὸ πρᾶγμα, καὶ φίλον καὶ πρακτικὸν κρίνας μάλιστα. Χαιρέας Πρὸς τὰ τοιαῦτα, Σώστρατε, οὕτως ἔχω· παραλαμβάνει τις τῶν φίλων ἐρῶν ἑταίρας· εὐθὺς ἁρπάσας φέρω, μεθύω, κατακάω, λόγον ὅλως οὐκ ἀνέχομαι· [60] πρὶν ἐξετάσαι γὰρ ἥτις ἐστί, δεῖ τυχεῖν. Τὸ μὲν βραδύνειν γὰρ τὸν ἔρωτ’ αὔξει πολύ, ἐν τῶι ταχέως δ’ ἔνεστι παύσασθαι ταχύ. γάμον λέγει τις καὶ κόρην ἐλευθέραν· ἕτερος τίς εἰμ’ ἐνταῦθα· πυνθάνομαι γένος, βίον, τρόπους. Εἰς πάντα τὸν λοιπὸν χρόνον μνείαν γὰρ ἤδη τῶι φίλωι καταλείπομαι ὡς ἂν διοικήσω περὶ ταῦτα. Σώστρατος Καὶ μάλ’ εὖ (οὐ πάνυ δ’ ἀρεσκόντως ἐμοί). Χαιρέας Καὶ νῦν γε δεῖ ταῦτα διακοῦσαι πρῶτον ἡμᾶς. [70] Σώστρατος ὄρθριον τὸν Πυῤῥίαν τὸν συγκυνηγὸν οἴκοθεν ἐγὼ πέπομφα– Χαιρέας Πρὸς τίνα ; Σώστρατος αὐτῶι τῶι πατρὶ ἐντευξόμενον τῆς παιδὸς ἢ τῶι κυρίωι τῆς οἰκίας ὅστις ποτ’ ἐστίν. Χαιρέας Ἡράκλεις, οἷον λέγεις. Σώστρατος ἥμαρτον· οὐ γὰρ οἰκέτηι ἥρμοττ’ ἴσως τὸ τοιοῦτ<ό γ’>. ἀλλ’ οὐ ῥάιδιον ἐρῶντα συνιδεῖν ἐστι τί ποτε συμφέρει· καὶ τὴν διατριβὴν ἥτις ἔστ’ αὐτοῦ πάλαι τεθαύμακ’· εἰρήκειν γὰρ εὐθὺς οἴκαδε αὐτῶι παρεῖναι πυθομένωι τἀνταῦθά μοι. [80] Πυῤῥίας πάρες, φυλάττου, πᾶς ἄπελθ’ ἐκ τοῦ μέσου· μαίνεθ’ ὁ διώκων, μαίνεται. Σώστρατος τί τοῦτο, παῖ ; Πυῤῥίας φεύγετε. Σώστρατος τί ἐστι ; Πυῤῥίας Βάλλομαι βώλοις, λίθοις· ἀπόλωλα. Σώστρατος Βάλλει ; ποῖ, κακόδαιμον ; Πυῤῥίας οὐκέτι ἴσως διώκει ; Σώστρατος μὰ Δία. Πυῤῥίας ἐγὼ δ’ ὤιμην. Σώστρατος τί δαὶ λέγεις ; Πυῤῥίας ἀπαλλαγῶμεν, ἱκετεύω σε. Σώστρατος ποῖ ; Πυῤῥίας ἀπὸ τῆς θύρας ἐντεῦθεν ὡς ποῤῥωτάτω. Ὀδύνης γὰρ ὑὸς ἦ<ν>· κακοδαιμ<ον>ῶν τις ἢ μελαγχολῶν ἅνθρωπος οἰκῶ[ν ἐνθαδ]ὶ τὴν οἰκίαν πρὸς ὅν μ’ ἔπεμπ~[ες [90] μεγάλου κακοῦ· τοὺς δακτύλους [κατέαξα γὰρ σχεδόν τι προσπταίων ἅπα[ντας Σώστρατος ἐλθών ; Πυῤῥίας τί ; πεπαρώινηκε. δεῦ[ρο Σώστρατος (?) εὔδηλός ἐστι. Πυῤῥίας νὴ Δί’, ἐξώλ[ης ἄρα, Σώστρατ’, ἀπολο[ίμην· ἔχε] δέ πως φυλακτικῶς. ἀλλ’ οὐ δύναμαι λ[έγειν, προ]σέστηκεν δέ μοι τὸ πνεῦμα. κόψας τὴν θύραν τῆς οἰκίας τὸν κύριον ζητεῖν ἔφην· προῆλθέ μοι γραῦς τις κακοδαίμων, αὐτόθεν δ’ οὗ νῦν λέγων ἕστηκ’ ἔδειξεν αὐτὸν ἐπὶ τοῦ λοφιδίου [100] ἐκεῖ περιφθειρόμενον ἀχράδας, ἦ πολὺν κύφων’ ἑαυτῶι συλλέγοντα. Χαιρέας ὡς ὀργίλως. τί, ὦ μακάριε ; Πυῤῥίας ἐγὼ μὲν εἰς τὸ χωρίον ἐμβὰς ἐπορευόμην πρὸς αὐτὸν καὶ πάνυ πόῤῥωθεν, εἶναί τις φιλάνθρωπος σφόδρα ἐπιδέξιός τε βουλόμενος προσεῖπα καὶ « ἥκω τι » φημί « πρός σε, πάτερ, ἰδεῖν τί σε σπεύδων ὑπὲρ σοῦ πρᾶγμ’ »· <ὁ δ’> εὐθύς, « ἀνόσιε ἄνθρωπέ, » φησιν, « εἰς τὸ χωρίον δέ μου ἥκεις <σύ ;> τί μαθών ; » βῶλον αἴρεταί τινα· [110] ταύτην ἀφίησ’ εἰς τὸ πρόσωπον αὐτό μου. Χαιρέας ἐς κόρακας. Πυῤῥίας ἐν ὅσωι δ’ « ἀλλά σ’ ὁ Ποσειδῶν– » λέγων κατέμυσα, χάρακα λαμβάνει πάλιν τινά· ταύτηι μ’ ἐκάθαιρε, « σοὶ δὲ κἀμοὶ πρᾶγμα τί ἐστιν ; » λέγων, « τὴν δημοσίαν οὐκ οἶσθ’ ὁδόν ; » ὀξύτατον ἀναβοῶν τι. Χαιρέας μαινόμενον λέγεις τελέως γεωργόν. Πυῤῥίας τὸ δὲ πέρας· φεύγοντα γὰρ δεδίωχ’ ἴσως με στάδια πέντε καὶ δέκα, περὶ τὸν λόφον πρώτιστον, εἶθ’ οὕτω κάτω εἰς τὸ δασὺ τοῦτο, σφενδονῶν βώλοις, λίθοις, [120] ταῖς ἀχράσιν ὡς οὐκ εἶχεν οὐδὲν ἄλλ’ ἔτι. ἀνήμερόν τι πρᾶγμα τελέως, ἀνόσιος γέρων. ἱκετεύω σ’, ἄπιτε. Σώστρατος δειλίαν λέγεις. Πυῤῥίας οὐκ ἴστε τὸ κακὸν οἷόν ἐστι. κατέδεται ἡμᾶς. Χαιρέας τυχὸν ἴσως <ὅδ’> ὀδυνώμενός τι νῦν τετύχηκε· διόπερ ἀναβαλέσθαι μοι δοκεῖ αὐτῶι προσελθεῖν, Σώστρατ’· εὖ τοῦτ’ ἴσθ’ ὅτι πρὸς πάντα πράγματ’ ἐστὶ πρακτικώτερον εὐκαιρία. Πυῤῥίας νοῦν ἔχετε. Χαιρέας ὑπέρπικρον δέ τι ἐστὶν πένης γεωργός, οὐχ οὗτος μόνος, [130] σχεδὸν δ’ ἅπαντες. ἀλλ’ ἕωθεν αὔριον ἐγὼ πρόσειμ’ αὐτῶι μόνος, τὴν οἰκίαν ἐπείπερ οἶδα. νῦν δ’ ἀπελθὼν οἴκαδε καὶ σὺ διάτριβε· τοῦτο δ’ ἕξει κατὰ τρόπον. Πυῤῥίας πράττωμεν οὕτως. Σώστρατος πρόφασιν οὗτος ἄσμενος εἴληφεν· εὐθὺς φανερὸς ἦν οὐχ ἡδέως μετ’ ἐμοῦ βαδίζων οὐδὲ δοκιμάζων πάνυ τὴν ἐπιβολ]ὴν τὴν τοῦ γάμου. κακὸν δὲ σὲ κακῶς ἅπ]αντες ἀπολέσειαν οἱ θεοί, μαστιγία.