Persians — Aeschylus
Χορός Τάδε μὲν Περσῶν τῶν οἰχομένων Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων ἑδράνων φύλακες, κατὰ πρεσβείαν οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς Δαρειογενὴς εἵλετο χώρας ἐφορεύειν. ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ καὶ πολυχρύσου στρατιᾶς ἤδη κακόμαντις ἄγαν ὀρσολοπεῖται θυμὸς ἔσωθεν. πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει, κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς ἄστυ τὸ Περσῶν ἀφικνεῖται· οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων. τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην πολέμου στῖφος παρέχοντες· οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης, ταγοὶ Περσῶν, βασιλῆς βασιλέως ὕποχοι μεγάλου, σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην ψυχῆς εὐτλήμονι δόξῃ· Ἀρτεμβάρης θʼ ἱππιοχάρμης καὶ Μασίστρης, ὅ τε τοξοδάμας ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ, ἵππων τʼ ἐλατὴρ Σοσθάνης. ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων Νεῖλος ἔπεμψεν· Σουσισκάνης, Πηγασταγὼν Αἰγυπτογενής, ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους Θήβας ἐφέπων Ἀριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέται δεινοὶ πλῆθός τʼ ἀνάριθμοι. Χορός ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν ὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὰν ὄψιν προσιδέσθαι. στεῦται δʼ ἱεροῦ Τμώλου πελάται ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ ἡ πολύχρυσος πάμμικτον ὄχλον πέμπει σύρδην, ναῶν τʼ ἐπόχους καὶ τοξουλκῷ λήματι πιστούς· τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης Ἀσίας ἕπεται δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδʼ ἄνθος Περσίδος αἴας οἴχεται ἀνδρῶν, οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις θρέψασα πόθῳ στένεται μαλερῷ, τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται. Χορός πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη βασίλειος στρατὸς εἰς ἀν- τίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθ- μὸν ἀμείψας Ἀθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμα ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου. Χορός πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων ἐπὶ πᾶσαν χθόνα ποιμα- νόριον θεῖον ἐλαύνει διχόθεν, πεζονόμον τʼ ἔκ τε θαλάσσας, ἐχυροῖσι πεποιθὼς στυφελοῖς ἐφέταις, χρυ- σογόνου γενεᾶς ἰσόθεος φώς. Χορός κυάνεον δʼ ὄμμασι λεύσσων φονίου δέργμα δράκοντος, πολύχειρ καὶ πολυναύτας, Σύριόν θʼ ἅρμα διώκων, ἐπάγει δουρικλύτοις ἀν- δράσι τοξόδαμνον Ἄρη. Χορός δόκιμος δʼ οὔτις ὑποστὰς μεγάλῳ ῥεύματι φωτῶν ἐχυροῖς ἕρκεσιν εἴργειν ἄμαχον κῦμα θαλάσσας· ἀπρόσοιστος γὰρ ὁ Περσᾶν στρατὸς ἀλκίφρων τε λαός. Χορός θεόθεν γὰρ κατὰ Μοῖρʼ ἐκράτησεν τὸ παλαι- όν, ἐπέσκηψε δὲ Πέρσαις πολέμους πυργοδαΐκτους διέπειν ἱππιοχάρμας τε κλόνους πόλεών τʼ ἀναστάσεις. Χορός ἔμαθον δʼ εὐρυπόροι- ο θαλάσσας πολιαι- νομένας πνεύματι λάβρῳ ἐσορᾶν πόντιον ἄλσος, πίσυνοι λεπτοδόμοις πεί- σμασι λα- οπόροις τε μαχαναῖς. Χορός δολόμητιν δʼ ἀπάταν θεοῦ τίς ἀνὴρ θνατὸς ἀλύξει; τίς ὁ κραιπνῷ ποδὶ πήδη- μα τόδʼ εὐπετῶς ἀνᾴσσων; Χορός φιλόφρων γὰρ παρασαίνει βροτὸν εἰς ἄρκυας Ἄτα, τόθεν οὐκ ἔστιν ὕπερθέν νιν ἄνατον ἐξαλύξαι. Χορός ταῦτά μοι μελαγχίτων φρὴν ἀμύσσεται φόβῳ, ὀᾶ, Περσικοῦ στρατεύματος τοῦδε, μὴ πόλις πύθη- ται κένανδρον μέγʼ ἄστυ Σουσίδος, Χορός καὶ τὸ Κισσίων πόλισμʼ ἀντίδουπον ᾄσεται, ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη- θὴς ὅμιλος ἀπύων, βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς. Χορός πᾶς γὰρ ἱππηλάτας καὶ πεδοστιβὴς λεὼς σμῆνος ὣς ἐκλέλοιπεν μελισ- σᾶν σὺν ὀρχάμῳ στρατοῦ, τὸν ἀμφίζευκτον ἐξαμείψας ἀμφοτέρας ἅλιον πρῶνα κοινὸν αἴας. Χορός λέκτρα δʼ ἀνδρῶν πόθῳ πίμπλαται δακρύμασιν· Περσίδες δʼ ἁβροπενθεῖς ἑκά- στα πόθῳ φιλάνορι τὸν αἰχμάεντα θοῦρον εὐνα- τῆρʼ ἀποπεμψαμένα λείπεται μονόζυξ. Χορός ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι στέγος ἀρχαῖον, φροντίδα κεδνὴν καὶ βαθύβουλον θώμεθα, χρεία δὲ προσήκει, πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς Δαρειογενής, τὸ πατρωνύμιον γένος ἡμέτερον· πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορικράνου λόγχης ἰσχὺς κεκράτηκεν. ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς φάος ὁρμᾶται μήτηρ βασιλέως, βασίλεια δʼ ἐμή· προσπίτνω· καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν πάντας μύθοισι προσαυδᾶν. Χορός ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι· θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ. Ἄτοσσα ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι, μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος. ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος· ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα· πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. Χορός εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ· εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. Ἄτοσσα πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων· ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε, ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα, ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου διασπαράσσει καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χ