Anacharsis — Lucian of Samosata
Ἀνάχαρσις ταῦτα δὲ ὑμῖν, Σόλων, τίνος οἱ νέοι ποιοῦσιν; οἱ μὲν αὐτῶν περιπλεκόμενοι ἀλλήλους ὑποσκελίζουσιν, οἱ δὲ ἄγχουσι καὶ λυγίζουσι καὶ ἐν τῷ πηλῷ συναναφύρονται κυλινδούμενοι ὥσπερ σύες. καίτοι κατʼ ἀρχὰς εὐθὺς ἀποδυσάμενοι — ἑώρων γάρ — λίπα τε ἠλείψαντο καὶ κατέψησε μάλα εἰρηνικῶς ἅτερος τὸν ἕτερον ἐν τῷ μέρει. μετὰ δὲ οὐκ οἶδʼ ὅ τι παθόντες ὠθοῦσί τε ἀλλήλους συννενευκότες καὶ τὰ μέτωπα συναράττουσιν ὥσπερ οἱ κριοί. καὶ ἢν ἰδοὺ ἀράμενος ἐκεινοσὶ τὸν ἕτερον ἐκ τοῖν σκελοῖν ἀφῆκεν εἰς τὸ ἔδαφος, εἶτʼ ἐπικαταπεσὼν ἀνακύπτειν οὐκ ἐᾷ, συνωθῶν κάτω εἰς τὸν τέλος δὲ ἤδη περιπλέξας αὐτῷ τὰ σκέλη κατὰ τὴν γαστέρα τὸν πῆχυν ὑποβαλὼν τῷ λαιμῷ ἄγχει ἄθλιον, ὁ δὲ παρακροτεῖ εἰς τὸν ὦμον, ἱκετεύων οἶμαι, ὡς μὴ τέλεον ἀποπνιγείη. καὶ οὐδὲ τοῦ ἐλαίου ἕνεκα φείδονται μὴ ἀλλʼ ἀφανίσαντες τὸ χρῖσμα καὶ τοῦ βορβόρου ἀναπλησθέντες ἐν ἱδρῶτι ἅμα πολλῷ γέλωτα ἐμοὶ γοῦν παρέχουσιν ὥσπερ αἱ ἐγχέλυες ἐκ τῶν χειρῶν διολισθαίνοντες. Ἀνάχαρσις ἕτεροι δὲ ἐν τῷ αἰθρίῳ τῆς αὐλῆς τὸ αὐτὸ τοῦτο δρῶσιν, οὐκ ἐν πηλῷ οὗτοί γε, ἀλλὰ ψάμμον ταύτην βαθεῖαν ὑποβαλόμενοι ἐν τῷ ὀρύγματι πάττουσίν τε ἀλλήλους καὶ αὐτοὶ ἑκόντες ἐπαμῶνται τὴν κόνιν ἀλεκτρυόνων δίκην, ὡς ἀφυκτότεροι εἶεν ἐν ταῖς συμπλοκαῖς, οἶμαι, τῆς ψάμμου τὸν ὄλισθον ἀφαιρούσης καὶ βεβαιοτέραν ἐν ξηρῷ παρεχούσης τὴν ἀντίληψιν. Ἀνάχαρσις οἱ δὲ ὀρθοστάδην κεκονιμένοι καὶ αὐτοὶ παίουσιν ἀλλήλους προσπεσόντες καὶ λακτίζουσιν. οὑτοσὶ γοῦν καὶ τοὺς ὀδόντας ἔοικεν ἀποπτύσειν ὁ κακοδαίμων, οὕτως αἵματος αὐτῷ καὶ ψάμμου ἀναπέπλησται τὸ στόμα, πύξ, ὡς ὁρᾷς, παταχθέντος εἰς τὴν γνάθον. ἀλλʼ οὐδὲ ὁ ἄρχων οὑτοσὶ διίστησιν αὐτοὺς καὶ λύει τὴν μάχην — τεκμαίρομαι γὰρ τῇ πορφυρίδι τῶν ἀρχόντων τινὰ τοῦτον εἶναι — ὁ δὲ καὶ ἐποτρύνει καὶ τὸν πατάξαντα ἐπαινεῖ. Ἀνάχαρσις ἄλλοι δὲ ἀλλαχόθι πάντες ἐγκονοῦσι καὶ ἀναπηδῶσιν ὥσπερ θέοντες ἐπὶ τοῦ αὐτοῦ μένοντες καὶ εἰς τὸ ἄνω συναλλόμενοι λακτίζουσιν τὸν ἀέρα. Ἀνάχαρσις ταῦτα οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ ἂν εἴη ποιεῖν· ὡς ἔμοιγε μανίᾳ μᾶλλον ἐοικέναι δοκεῖ τὸ πρᾶγμα, καὶ οὐκ ἔστιν ὅστις ἂν ῥᾳδίως μεταπείσειέ με ὡς οὐ παραπαίουσιν οἱ ταῦτα δρῶντες. Σόλων καὶ εἰκότως, ὦ Ἀνάχαρσι, τοιαῦτά σοι τὰ γιγνόμενα φαίνεται, ξένα γε ὄντα καὶ πάμπολυ τῶν Σκυθικῶν ἐθῶν ἀπᾴδοντα, καθάπερ καὶ ὑμῖν πολλὰ εἰκὸς εἶναι μαθήματα καὶ ἐπιτηδεύματα τοῖς Ἕλλησιν ἡμῖν ἀλλόκοτα εἶναι δόξαντα ἄν, εἴ τις ἡμῶν ὥσπερ σὺ νῦν ἐπισταίη αὐτοῖς. πλὴν ἀλλὰ θάρρει, ὦγαθέ· οὐ γὰρ μανία τὰ γιγνόμενά ἐστιν οὐδʼ ἐφʼ ὕβρει οὗτοι παίουσιν ἀλλήλους καὶ κυλίουσιν ἐν τῷ πηλῷ ἢ ἐπιπάττουσιν τὴν κόνιν, ἀλλʼ ἔχει τινὰ χρείαν οὐκ ἀτερπῆ τὸ πρᾶγμα καὶ ἀκμὴν οὐ μικρὰν ἐπάγει τοῖς ἢν γοῦν ἐνδιατρίψῃς, ὥσπερ οἶμαί σε ποιήσειν, τῇ Ἑλλάδι, οὐκ εἰς μακρὰν εἷς καὶ αὐτὸς ἔσῃ τῶν πεπηλωμένων ἢ οὕτω σοι τὸ πρᾶγμα ἡδύ τε ἅμα καὶ λυσιτελὲς εἶναι δόξει. Ἀνάχαρσις ἄπαγε, ὦ Σόλων, ὑμῖν ταῦτα γένοιτο τὰ ὠφέλιμα καὶ τερπνά, ἐμὲ δὲ εἴ τις ὑμῶν τοιοῦτό τι διαθείη, εἴσεται ὡς οὐ μάτην παρεζώσμεθα τὸν ἀκινάκην. Ἀνάχαρσις ἀτὰρ εἰπέ μοι, τί ὄνομα ἔθεσθε τοῖς γιγνομένοις, ἢ τί φῶμεν ποιεῖν αὐτούς; Σόλων ὁ μὲν χῶρος αὐτός, ὦ Ἀνάχαρσι, γυμνάσιον ὑφʼ ἡμῶν ὀνομάζεται καὶ ἔστιν ἱερὸν Ἀπόλλωνος τοῦ Λυκείου. καὶ τὸ ἄγαλμα δὲ αὐτοῦ ὁρᾷς, τὸν ἐπὶ τῇ στήλῃ κεκλιμένον, τῇ ἀριστερᾷ μὲν τὸ τόξον ἔχοντα, ἡ δεξιὰ δὲ ὑπὲρ τῆς κεφαλῆς ἀνακεκλασμένη ὥσπερ ἐκ καμάτου μακροῦ ἀναπαυόμενον δείκνυσι τὸν θεόν. Σόλων τῶν γυμνασμάτων δὲ τούτων τὸ μὲν ἐν τῷ πηλῷ ἐκεῖνο πάλη καλεῖται, οἱ δʼ ἐν τῇ κόνει παλαίουσι καὶ αὐτοί, τὸ δὲ παίειν ἀλλήλους ὀρθοστάδην παγκρατιάζειν λέγομεν. καὶ ἄλλα δὲ ἡμῖν ἐστι γυμνάσια τοιαῦτα πυγμῆς καὶ δίσκου καὶ τοῦ ὑπεράλλεσθαι, ὧν ἁπάντων ἀγῶνας προτίθεμεν, καὶ ὁ κρατήσας ἄριστος εἶναι δοκεῖ τῶν καθʼ αὑτὸν καὶ ἀναιρεῖται τὰ ἆθλα. Ἀνάχαρσις τὰ δὲ ἆθλα τίνα ὑμῖν ταῦτά ἐστιν; Σόλων Ὀλυμπίασι μὲν στέφανος ἐκ κοτίνου, Ἰσθμοῖ δὲ ἐκ πίτυος, ἐν Νεμέᾳ δὲ σελίνων πεπλεγμένος, Πυθοῖ δὲ μῆλα τῶν ἱερῶν τοῦ θεοῦ, παρʼ ἡμῖν δὲ τοῖς Παναθηναίοις τὸ ἔλαιον τὸ ἐκ τῆς μορίας. τί ἐγέλασας, ὦ Ἀνάχαρσι; ἢ διότι μικρά σοι εἶναι ταῦτα δοκεῖ; Ἀνάχαρσις οὔκ, ἀλλὰ πάνσεμνα, ὦ Σόλων, κατέλεξας τὰ ἆθλα καὶ ἄξια τοῖς τε διαθεῖσιν αὐτὰ φιλοτιμεῖσθαι ἐπὶ τῇ μεγαλοδωρεᾷ καὶ τοῖς ἀγωνισταῖς αὐτοῖς ὑπερεσπουδακέναι περὶ τὴν ἀναίρεσιν τῶν τηλικούτων, ὥστε μήλων ἕνεκα καὶ σελίνων τοσαῦτα προπονεῖν καὶ κινδυνεύειν ἀγχομένους πρὸς ἀλλήλων καὶ κατακλωμένους, ὡς οὐκ ἐνὸν ἀπραγμόνως εὐπορῆσαι μήλων ὅτῳ ἐπιθυμία ἢ σελίνῳ ἐστεφανῶσθαι ἢ πίτυϊ μήτε πηλῷ καταχριόμενον τὸ πρόσωπον μήτε λακτιζόμενον εἰς τὴν γαστέρα ὑπὸ τῶν ἀνταγωνιστῶν. Σόλων ἀλλʼ, ὦ ἄριστε, οὐκ εἰς ψιλὰ τὰ διδόμενα ἡμεῖς ἀποβλέπομεν. ταῦτα μὲν γάρ ἐστι σημεῖα τῆς νίκης καὶ γνωρίσματα οἵτινες οἱ κρατήσαντες. ἡ δὲ παρακολουθοῦσα τούτοις δόξα τοῦ παντὸς ἀξία τοῖς νενικηκόσιν, ὑπὲρ ἧς καὶ λακτίζεσθαι καλῶς ἔχει τοῖς θηρωμένοις τὴν εὔκλειαν ἐκ τῶν πόνων. οὐ γὰρ ἀπονητὶ προσγένοιτο ἂν αὕτη, ἀλλὰ χρὴ τὸν ὀρεγόμενον αὐτῆς πολλὰ τὰ δυσχερῆ ἀνασχόμενον ἐν τῇ ἀρχῇ τότʼ ἤδη τὸ λυσιτελὲς καὶ ἡδὺ τέλος ἐκ τῶν καμάτων περιμένειν. Ἀνάχαρσις τοῦτο φής, ὦ Σόλων, τὸ τέλος ἡδὺ καὶ λυσιτελές, ὅτι πάντες αὐτοὺς ὄψονται ἐστεφανωμένους καὶ ἐπὶ τῇ νίκῃ ἐπαινέσονται πολὺ πρότερον οἰκτείραντες ἐπὶ ταῖς πληγαῖς, οἱ δὲ εὐδαιμονήσουσιν ἀντὶ τῶν πόνων μῆλα καὶ σέλινα ἔχοντες. Σόλων ἄπειρος εἶ, φημί, τῶν ἡμετέρων ἔτι· μετὰ μικρὸν δὲ ἄλλα σοι δόξει περὶ αὐτῶν, ἐπειδὰν εἰς τὰς πανηγύρεις ἀπιὼν ὁρᾷς τοσοῦτο πλῆθος ἀνθρώπων συλλεγόμενον ἐπὶ τὴν θέαν τῶν τοιούτων καὶ θέατρα μυρίανδρα συμπληρούμενα καὶ τοὺς ἀγωνιστὰς ἐπαινουμένους, τὸν δὲ καὶ νικήσαντα αὐτῶν ἰσόθεον νομιζόμενον. Ἀνάχαρσις αὐτὸ τοῦτο, ὦ Σόλων, καὶ τὸ οἴκτιστόν ἐστιν, εἰ μὴ ἐπʼ ὀλίγων ταῦτα πάσχουσιν, ἀλλὰ ἐν τοσούτοις θεαταῖς καὶ μάρτυσι τῆς ὕβρεως, οἳ δηλαδὴ εὐδαιμονίζουσιν αὐτοὺς αἵματι ῥαινομένους ὁρῶντες ἢ ἀγχομένους ὑπὸ τῶν ταῦτα γὰρ τὰ εὐδαιμονέστατα πρόσεστι τῇ νίκῃ αὐτῶν. παρʼ ἡμῖν δὲ τοῖς Σκύθαις ἤν τις, ὦ Σόλων, ἢ πατάξῃ τινὰ τῶν πολιτῶν ἢ ἀνατρέψῃ προσπεσὼν ἢ θοἰμάτια περιρρήξῃ, μεγάλας οἱ πρεσβῦται τὰς ζημίας ἐπάγουσι, κἂν ἐπʼ ὀλίγων μαρτύρων τοῦτο πάθῃ τις, οὔτι γε ἐν τηλικούτοις θεάτροις, οἷα σὺ διηγῇ τὸ Ἰσθμοῖ καὶ τὸ ἐν Ὀλυμπίᾳ. οὐ μὴν ἀλλὰ τοὺς μὲν ἀγωνιστὰς οἰκτείρειν μοι ἔπεισιν ὧν πάσχουσιν, τῶν δὲ θεατῶν οὓς φὴς ἁπανταχόθεν τοὺς ἀρίσ