Wasps — Aristophanes
Σωσίας Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία; Ξανθίας φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι. Σωσίας κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα. ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν; Ξανθίας οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι. Σωσίας σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ. Ξανθίας ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς; Σωσίας οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου. Ξανθίας τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος· καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως. Σωσίας κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε. ἀτὰρ σὺ λέξον πρότερος. Ξανθίας ἐδόκουν αἰετὸν καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον. Σωσίας οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος. Ξανθίας πῶς δή; Σωσίας προσερεῖ τις τοῖσι συμπόταις, λέγων τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα; Ξανθίας οἴμοι τί δῆτά μοι κακὸν γενήσεται ἰδόντι τοιοῦτον ἐνύπνιον; Σωσίας μὴ φροντίσῃς. οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς. Ξανθίας δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον. Σωσίας ἀλλʼ ἐστὶν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου. Ξανθίας λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος. Σωσίας ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια· κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει δημηγορεῖν φάλαινα πανδοκεύτρια, ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός. Ξανθίας αἰβοῖ. Σωσίας τί ἔστι; Ξανθίας παῦε παῦε, μὴ λέγε· ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς. Σωσίας εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην ἵστη βόειον δημόν. Ξανθίας οἴμοι δείλαιος· τὸν δῆμον ἡμῶν βούλεται διιστάναι. Σωσίας ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας, ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. Ξανθίας ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν. Σωσίας οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος; Ξανθίας ἥκιστʼ, ἀλλʼ ἄριστον. Σωσίας πῶς; Ξανθίας ὅπως; ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ· οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται; Σωσίας εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαι οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα; Ξανθίας φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον, ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον. ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος δούλω διαρριπτοῦντε τοῖς θεωμένοις, οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης· οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν. ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον, ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους. οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν, ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε. Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει. Σωσίας μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται. Ξανθίας οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον εἶναι φιλοπότην αὐτόν. Σωσίας οὐδαμῶς γʼ, ἐπεὶ αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος. Ξανθίας Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον. Σωσίας μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος, ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος. Ξανθίας ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν. φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ, ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην. ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον κημὸς καλός. τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα. εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ, ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ, ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει. καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο. εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα. μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ, ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι. ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν, ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων, ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας. Βδελυκλέων ὦ Ξανθία καὶ Σωσία, καθεύδετε; Ξανθίας οἴμοι. Σωσίας τί ἔστι; Ξανθίας Βδελυκλέων ἀνίσταται. Βδελυκλέων οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος; ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται· σὺ δὲ τῇ θύρᾳ πρόσκεισο. Σωσίας ταῦτʼ ὦ δέσποτα. Βδελυκλέων ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ; οὗτος τίς εἶ σύ; Φιλοκλέων καπνὸς ἔγωγʼ ἐξέρχομαι. Βδελυκλέων καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ. Φιλοκλέων συκίνου. Βδελυκλέων νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δρ