Caius Marius — Plutarch
Γάϊος Μάριος 1 Γαΐου Μαρίου τρίτον οὐκ ἔχομεν εἰπεῖν ὄνομα, καθάπερ οὐδὲ Κοΐντου Σερτωρίου τοῦ κατασχόντος Ἰβηρίαν, οὐδὲ Λευκίου Μομμίου τοῦ Κόρινθον ἑλόντος· ὁ γὰρ Ἀχαϊκὸς τούτῳ γε τῆς πράξεως ἐπώνυμον γέγονεν, ὡς ὁ Ἀφρικανὸς Σκηπίωνι καὶ ὁ Μακεδονικὸς Μετέλλῳ. ἐξ οὗ καὶ μάλιστα Ποσειδώνιος ἐλέγχειν οἴεται τοὺς τὸ τρίτον ὄνομα Ῥωμαίοις κύριον εἶναι νομίζοντας, οἷον τὸν Κάμιλλον καὶ τὸν Μάρκελλον καὶ τὸν Κάτωνα· γίνεσθαι γὰρ ἂν ἀνωνύμους τοὺς ἀπὸ μόνων τῶν δυεῖν προσαγορευομένους. λανθάνει δὲ ἑαυτὸν ὅτι τούτῳ τῷ λόγῳ πάλιν αὐτὸς ἀνωνύμους ποιεῖ τὰς γυναῖκας· οὐδεμιᾷ γάρ γυναικὶ τίθεται τῶν ὀνομάτων τὸ πρῶτον, ὅπερ οἴεται κύρίων ὄνομα Ῥωμαίοις ὑπάρχειν ὁ Ποσειδώνιος. τῶν δὲ ἄλλων τὸ μὲν κοινὸν ἀπὸ συγγενείας, τοὺς Πομπηΐους καὶ τοὺς Μαλλίους καὶ τοὺς Κορνηλίους ὥσπερ ἂν Ἡρακλείδας τις εἴποι καὶ Πελοπίδας, τοῦτο δὲ προσηγορικὸν ἐξ ἐπιθέτου πρὸς τὰς φύσεις ἢ τὰς πράξεις ἢ τὰ τοῦ σώματος εἴδη καὶ πάθη τίθεσθαι, τὸν Μακρῖνον καὶ τὸν Τουρκουᾶτον καὶ τὸν Σύλλαν οἶόν ἐστιν ὁ Μνήμων ἢ ὁ Γρυπὸς ἢ ὁ Καλλίνικος, εἰς μὲν οὖν ταῦτα πολλὰς δίδωσιν ἐπιχειρήσεις ἡ τῆς συνηθείας ἀνωμαλία. 2 τῆς δὲ ὄψεως τῆς Μαρίου λιθίνην εἰκόνα κειμένην ἐν Ῥαβέννῃ τῆς Γαλατίας ἐθεώμεθα πάνυ τῇ λεγομένῃ περὶ τὸ ἦθος στρυφνότητι καὶ πικρίᾳ πρέπουσαν. ἀνδρώδης γὰρ φύσει καὶ πολεμικὸς γενόμενος, καὶ στρατιωτικῆς μᾶλλον ἢ πολιτικῆς παιδείας μεταλαβών, ἄκρατον ἐν ταῖς ἐξουσίαις τὸν θυμὸν ἔσχε. λέγεται δὲ μήτε γράμματα μαθεῖν Ἑλληνικὰ μήτε γλώττῃ πρὸς μηδὲν Ἑλληνίδι χρῆσθαι τῶν σπουδῆς ἐχομένων, ὡς γελοῖον γράμματα μανθάνειν ὧν οἱ διδάσκαλοι δουλεύοιεν ἑτέροις μετὰ δὲ τὸν δεύτερον θρίαμβον ἐπὶ ναοῦ τινος καθιερώσει θέας Ἐλληνικὰς παρέχων, εἰς τὸ θέατρον ἐλθὼν καὶ μόνον καθίσας εὐθὺς ἀπαλλαγῆναι. ὥσπερ οὖν Ξενοκράτει τῷ φιλοσόφῳ σκυθρωποτέρῳ δοκοῦντι τὸ ἦθος εἶναι πολλάκις εἰώθει λέγειν ὁ Πλάτων, Ὦ μακάριε Ξενόκρατες, θῦε ταῖς Χάρισιν, οὕτως εἴ τις ἔπεισε Μάριον θύειν ταῖς Ἑλληνικαῖς Μούσαις καὶ Χάρισιν, οὐκ ἂν ἐκπρεπεστάταις στρατηγίαις καὶ πολιτείαις ἀμορφοτάτην ἐπέθηκε κορωνίδα, ὑπὸ θυμοῦ καὶ φιλαρχίας ἀώρου καὶ πλεονεξιῶν ἀπαρηγορήτων εἰς ὠμότατον καὶ ἀγριώτατον γῆρας ἐξοκείλας. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτῶν εὐθὺς θεωρείσθω. 3 γενόμενος δὲ γονέων παντάπασιν ἀδόξων, αὐτουργῶν δὲ καὶ πενήτων, πατρὸς μὲν ὁμωνύμου, μητρὸς δὲ Φουλκινίας, ὀψέ ποτε πόλιν εἶδε καὶ τῶν ἐν πόλει διατριβῶν ἐγεύσατο, τὸν δὲ ἄλλον χρόνον ἐν κώμῃ Κιρραιάτωνι τῆς Ἀρπίνης δίαιταν εἶχε, πρὸς μὲν ἀστεῖον καὶ γλαφυρὸν βίον ἀγροικοτέραν, σώφρονα δὲ καὶ ταῖς πάλαιῬωμαίων τροφαῖς ἐοικυῖαν. πρώτην δὲ στρατείαν στρατευσάμενος ἐπὶ Κελτίβηρας, ὅτε Σκηπίων Ἀφρικανὸς Νομαντίαν ἐπολιόρκει, τὸν στρατηγὸν οὐκ ἐλάνθανεν ἀνδρείᾳ τῶν ἄλλων νέων διαφέρων καὶ τὴν μεταβολὴν τῆς διαίτης, ἣν ὑπὸ τρυφῆς καὶ πολυτελείας διεφθαρμένοις ἐπῆγε τοῖς στρατεύμασιν ὁ Σκηπίων, εὐκολώτατα προσδεχόμενος. λέγεται δὲ καὶ πολέμιον ἄνδρα συστὰς καταβαλεῖν ἐν ὄψει τοῦ στρατηγοῦ. διὸ ταῖς τε ἄλλαις προήγετο τιμαῖς ὑπʼ αὐτοῦ, καί ποτε λόγου μετὰ δεῖπνον ἐμπεσόντος ὑπὲρ στρατηγῶν, καὶ τῶν παρόντων ἑνὸς εἴτε ἀληθῶς διαπορήσαντος εἴτε πρὸς ἡδονὴν ἐρομένου τὸν Σκηπίωνα τίνα δὴ τοιοῦτον ἕξει μετʼ ἐκεῖνον ἡγεμόνα καὶ προστάτην ὁ Ῥωμαίων δῆμος, ὑπερκατακειμένου τοῦ Μαρίου τῇ χειρὶ τὸν ὦμον ἠρέμα πατάξας ὁ Σκηπίων, τάχα δὲ τοῦτον, εἶπεν. οὕτως εὐφυὴς ἦν ὁ μὲν ἐκ μειρακίου φανῆναι μέγας, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς τὸ τέλος νοῆσαι. 4 τὸν δ’ οὖν Μάριον ὑπὸ ταύτης λέγεται μάλιστα τῆς φωνῆς, ὥσπερ ὑπὸ θείας κληδόνος, ἐπαρθέντα ταῖς ἐλπίσιν ὁρμῆσαι πρὸς τὴν πολιτείαν, καὶ τυχεῖν δημαρχίας Κεκιλίου Μετέλλου σπουδάσαντος, οὗ τὸν οἶκον ἐξ ἀρχῆς καὶ πατρόθεν ἐθεράπευεν. ἐν δὲ τῇ δημαρχίᾳ νόμον τινὰ περὶ ψηφοφορίας γράφοντος αὐτοῦ δοκοῦντα τῶν δυνατῶν ἀφαιρεῖσθαι τὴν περὶ τὰς κρίσεις ἰσχύν, ἐνιστάμενος Κόττας ὁ ὕπατος συνέπεισε τὴν βουλὴν τῷ μὲν νόμῳ μάχεσθαι, τὸν δὲ Μάριον καλεῖν λόγον ὑφέξοντα. καὶ τοῦ δόγματος τούτου γραφέντος εἰσελθὼν ἐκεῖνος οὐκ ἔπαθε νέου πάθος ἀπὸ μηδενὸς λαμπροῦ προεληλυθότος ἄρτι πρὸς τὴν πολιτείαν, ἀλλʼ ἑαυτῷ διδοὺς ἤδη φρονεῖν ἡλίκον αἱ μετέπειτα πράξεις ἔδωκαν, ἠπείλησε τὸν Κότταν ἀπάξειν εἰς τὸ δεσμωτήριον, εἰ μὴ διαγράψειε τὸ δόγμα. τοῦ δὲ πρὸς Μέτελλον τραπομένου καὶ γνώμην ἐρωτῶντος, Μέτελλος μὲν ἀναστὰς συνηγόρει τῷ ὑπάτῳ, Μάριος δὲ τὸν ὑπηρέτην μεταπεμψάμενος ἔξωθεν ἐκέλευεν ἀπάγειν αὐτὸν τὸν Μέτελλον εἰς τὸ δεσμωτήριον. ἐκείνου δὲ τοὺς ἄλλους ἐπικαλουμένου δημάρχους ἐβοήθει μὲν οὐδείς, ἡ δὲ σύγκλητος εἴξασα προήκατο τὸ δόγμα, καὶ λαμπρὸς ἐξελάσας ὁ Μάριος εἰς τὸ πλῆθος ἐκύρωσε τὸν νόμον, δόξας ἄκαμπτος μὲν εἶναι πρὸς φόβον, ἄτρεπτος δὲ ὑπʼ· αἰδοῦς, δεινὸς δὲ κατὰ τῆς βουλῆς ἀνίστασθαι χάριτι τῶν πολλῶν δημαγωγῶν. οὐ μὴν ἀλλὰ ταύτην μὲν ταχέως μετέστησεν ἑτέρῳ πολιτεύματι τὴν δόξαν. νόμου γάρ εἰσφερομένου περὶ σίτου διανομῆς τοῖς πολίταις ἐναντιωθεὶς ἐρρωμενέστατα καὶ κρατήσας, εἰς τὸ ἴσον ἑαυτὸν κατέστησε τῇ τιμῇ πρὸς ἀμφοτέρους ὡς μηδετέροις παρὰ τὸ συμφέρον χαριζόμενος. 5 μετὰ δὲ τὴν δημαρχίαν ἀγορανομίαν τὴν μείζονα παρήγγειλε, δύο γάρ εἰσι τάξεις ἀγορανομιῶν, ἡ μὲν ἀπὸ τῶν δίφρων τῶν ἀγκυλοπόδων, ἐφʼ ὧν καθεζόμενοι χρηματίζουσιν, ἔχουσα τοὔνομα τῆς ἀρχῆς, τὴν δ’ ὑποδεεστέραν δημοτικὴν καλοῦσιν. ὅταν δὲ τοὺς ἐντιμοτέρους ἕλωνται περὶ τῶν ἑτέρων πάλιν τὴν ψῆφον λαμβάνουσιν. ὡς οὖν ὁ Μάριος φανερὸς ἦν λειπόμενος ἐν ἐκείνῃ, ταχὺ μεταστὰς αὖθις ᾔτει τὴν ἑτέραν. δόξας δὲ θρασὺς εἶναι καὶ αὐθάδης ἀπέτυχε· καὶ δυσὶν ἐν ἡμέρᾳ μιᾷ περιπεσὼν ἀποτεύξεσιν, ὃ μηδεὶς ἔπαθεν ἂλλος, οὐδὲ μικρὸν ὑφήκατο τοῦ φρονήματος, ὕστερον δὲ οὐ πολλῷ στρατηγίαν μετελθὼν ὀλίγον ἐδέησεν ἐκπεσεῖν, ἔσχατος δὲ πάντων ἀναγορευθεὶς δίκην ἔσχε δεκασμοῦ. μάλιστα δὲ ὑποψίαν παρέσχε Κασσίου Σαβάκωνος οἰκέτης ὀφθεὶς ἐντὸς τῶν δρυφάκτων ἀναμεμειγμένος τοῖς φέρουσι τὰς ψήφους· ὁ γὰρ Σαβάκων ἦν ἑταῖρος ἐν τοῖς μάλιστα Μαρίον. κληθεὶς οὖν οὗτος ὑπὸ τῶν δικαστῶν ἔφη διὰ τὸ καῦμα διψήσας ὕδωρ ψυχρὸν αἰτῆσαι καὶ τὸν οἰκέτην ἔχοντα ποτήριον εἰσελθεῖν πρὸς αὐτόν, εἶτʼ εὐθὺς οἲχεσθαι πιόντος. οὗτος μὲν οὖν ὑπὸ τῶν μετὰ ταῦτα τιμητῶν ἐξέπεσε τῆς βουλῆς, ἐπιτήδειος εἶναι παθεῖν τοῦτο δόξας ἢ διὰ τὴν ψευδομαρτυρίαν ἢ διὰ τὴν ἀκρασίαν ἐπὶ δὲ τὸν Μάριον καὶ Γάϊος Ἑρέννιος μάρτυς εἰσαχθεὶς οὐκ ἔφη ἡ πάτριον εἶναι καταμαρτυρεῖν πελατῶν, ἀ