De Pythiae oraculis — Plutarch
ΒΑΣΙΛΟΚΛΗΣ. ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν ἀναθημάτων παραπέμποντες τὸν ξένον· ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα. ΦΙΛΙΝΟΣ. βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν. ΒΑΣ. . ἕετερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγεγονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες; ΦΙΛ. ἐεμόν, ὡς ἔοικεν, ὦ Βασιλόκλεις, τὸ ἔργον. τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν· τοὺς γὰρ πλείστους ἑώρων αὖθις εἰς τὸ Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκουρίαν συναναβαίνοντας. ΒΑΣ. ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός ἐστιν ὁ ξένος. ΦΙΛ. φιλόλογός γε καὶ φιλομαθής ἐστι μᾶλλον. οὐ μὴν ταῦτα μάλιστα θαυμάζειν ἄξιον, ἀλλὰ πραότης τε πολλὴν χάριν ἔχουσα, καὶ τὸ μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον πρὸς τὰς ἀποκρίσεις· ὥστε καὶ βραχὺ συγγενόμενον εὐθὺς εἰπεῖν τέκος ἀγαθοῦ πατρός. οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν ἄριστον. ΒΑΣ. αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δʼ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίνʼ ἀρχὴν ἔσχον οἱ λόγοι καὶ πρόφασιν; ΦΙΛ. ἐπέραινον οἱ περιηγηταὶ τὰ συντεταγμένα, μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων. τὸν δὲ ξένον ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν τῶν ἀνδριάντων μετρίως προσήγετο, πολλῶν καὶ καλῶν ἔργων ὡς ἔοικε θεατὴν γεγενημένον ἐθαύμαζε δὲ τοῦ χαλκοῦ τὸ ἀνθηρὸν ὡς οὐ πίνῳ προσεοικὸς οὐδʼ ἰῷ, βαφῇ δὲ κυάνου στίλβοντος, ὥστε καὶ παῖξαί τι πρὸς; τοὺς ναυάρχους ʽἀπʼ ἐκείνων γὰρ ἦρκται τῆς θέασʼ οἷον ἀτεχνῶς θαλαττίους τῇ χρόᾳ καὶ βυθίους ἑστῶτας. ἆρʼ οὖν ἔφη κρᾶσίς τις ἦν καὶ φάρμαξις τῶν πάλαι τεχνιτῶν περὶ τὸν χαλκόν, ὥσπερ ἡ λεγομένη τῶν ξιφῶν στόμωσις ἧς ἐκλιπούσης ἐκεχειρίαν ἔσχεν ἔργων πολεμικῶν ὁ χαλκός;ʼ τὸν μὲν γὰρ Κορίνθιον οὐ τέχνῃ ἀλλὰ συντυχίᾳ τῆς χρόας λαβεῖν τὸ κάλλος, ἐπινειμαμένου πυρὸς οἰκίαν ἔχουσάν τι χρυσοῦ καὶ ἀργύρου, πλεῖστον δὲ χαλκὸν ἀποκείμενον· ὧν συγχυθέντων καὶ συντακέντων, ὄνομα τοῦ χαλκοῦ τῷ μείζονι τὸ πλῆθος παρέσχεν. ὁ δὲ Θέων ὑπολαβών ἄλλον ἔφη λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστερον· ὡς ἀνὴρ ἐν Κορίνθῳ χαλκοτύπος, ἐπιτυχὼν θήκῃ χρυσίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς γενέσθαι, κατὰ μικρὸν ἀποκόπτων καὶ ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ, θαυμαστὴν λαμβάνοντι κρᾶσιν, ἐπίπρασκε πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον. ἀλλὰ καὶ ταῦτα κἀκεῖνα μῦθόσἐστιν· ἦν δέ τις ὡς ἔοικε μῖξις καὶ ἄρτυσις, ὥς που καὶ νῦν ἀνακεραννύντες ἀργύρῳ χρυσὸν ἰδίαν τινὰ καὶ περιττὴν ἐμοὶ δὲ φαινομένην νοσώδη χλωρότητα καὶ φθορὰν ἀκαλλῆ παρέχουσι. τίνʼ οὖν αἰτίαν ἔφη ὁ Διογενιανός; οἴει τῆς ἐνταῦθα τοῦ χαλκοῦ χρόας γεγονέναι καὶ ὁ Θέων ὅταν ἔφη τῶν πρώτων καὶ φυσικωτάτων καὶ ἐσομένων καὶ ὄντων, πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος, μηδὲν ἄλλο τῷ χαλκῷ πλησιάζῃ μηδʼ ὁμιλῇ πλὴν μόνος ὁ ἀήρ, δῆλός ἐστιν ὑπὸ τούτου πεπονθὼς καὶ διὰ τοῦτον ἐσχηκὼς ἣν ἔχει διαφορὰν ἀεὶ συνόντα καὶ προσκείμενον· ἢ τουτὶ μὲν ᾕδεις πρὶν Θέογνιν γεγονέναι κατὰ τὸν κωμικόν, ἣν δʼ ἔχων φύσιν ὁ ἀήρ τε χρώμενος δυνάμει κατὰ τὰς ἐπιψαύσεις ἐπικέχρωκε τὸν χαλκὸν ἐπιθυμεῖς μαθεῖν;ʼ φήσαντος δὲ τοῦ Διογενιανοῦ, καὶ γὰρ ἐγώ εἶπεν ὦ παῖ· ζητῶμεν οὖν κοινῇ καὶ πρότερον, εἰ βούλει, διʼ ἣν αἰτίαν μάλιστα τῶν ὑγρῶν ἀναπίμπλησιν ἰοῦ τοὔλαιον· οὐ γὰρ αὐτόν γε δήπου τῷ χαλκῷ προστρίβεσθαι τὸν ἰόν, ἅτε δὴ καθαρὸν αὐτῷ καὶ ἀμίαντον πλησιάζοντα · οὐδαμῶς εἶπεν ὁ νεανίας,ἄλλοδʼ αὐτῷ μοι δοκεῖ τούτου τὸ αἴτιον ὑπάρχειν· λεπτῷ γὰρ ὄντι καὶ καθαρῷ καὶ διαυγεῖ προσπίπτων ὁ ἰὸς ἐκφανέστατός ἐστιν, ἐν δὲ τοῖς ἄλλοις ὑγροῖς ἀφανίζεται.ʼ καὶ ὁ Θέων εὖγʼ εἶπεν ὦ παῖ, καὶ καλῶς· σκόπει δʼ εἰ βούλει καὶ τὴν ὑπʼ Ἀριστοτέλους αἰτίαν λεγομένην ἀλλὰ βούλομαι εἶπε. φησὶ τοίνυν τῶν μὲν ἄλλων ὑγρῶν ἐπιόντα διέχειν ἀδήλως καὶ διασπείρεσθαι τὸν ἰόν, ἀνωμάλων τῶν πόρων καὶ μανῶν ὄντων· τοῦ δʼ ἐλαίου τῇ πυκνότητι στέγεσθαι καὶ διαμένειν ἀθροιζόμενον. ἂν οὖν καὶ αὐτοί τι τοιοῦτον ὑποθέσθαι δυνηθῶμεν, οὐ παντάπασιν ἀπορήσομεν ἐπῳδῆς καὶ παραμυθίας πρὸς τὴν ἀπορίαν. ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη τὸν ἀέρα τὸν ἐν Δελφοῖς, πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν, ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ τὰς πέψεις τῆς; τροφῆς ἐνδυόμενον οὖν ὑπὸ λεπτότητος καὶ τέμνοντα χαλκὸν ἀναχαράσσειν πολὺν ἰὸν ἐξ αὐτοῦ καὶ γεώδη, στέγειν δὲ τοῦτον αὖ πάλιν καὶ πιέζειν, τῆς πυκνότητος διάχυσιν μὴ διδούσης, τὸν δʼ ὑφιστάμενον αὐτοῦ διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ γάνωμα περὶ τὴν ἐπιφάνειαν. ἀποδεξαμένων δʼ ἡμῶν, ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον. ἡ δὲ λεπτότης ἔφη δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δʼ οὐκ ἀναγκαίως· αὐτὸς γὰρ ὑφʼ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος. ὑπολαβὼν δʼ ὁ Θέων, τί γάρ εἶπεν ὦ ξένε, κωλύει ταὐτὸν εἶναι καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφʼ ὧν καὶ Ὅμηρος εἶπε καιροσέων δʼ ὀθονῶν ἀπολείβεται ὑγρὸν ἔλαιον, ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλʼ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος καὶ πυκνότητος οὐ διιείσης; καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτʼ ἄν τις τῇ λεπτότητι τοῦ ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν ποιεῖν ἔοικεν ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ κυάνῳ φῶς καὶ αὑγήν ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν. καίτοι μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι· τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους. παρὼν οὖν Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων εἶτʼ ἔφη ταῦτα τὰ ἔπη τ