Peace — Aristophanes
Οἰκέτης Α αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Οἰκέτης Β ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι. Οἰκέτης Α δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην. Οἰκέτης Β ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες; κατέφαγεν; Οἰκέτης Α οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν. ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς. Οἰκέτης Β ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν, εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν. Οἰκέτης Α ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος· τετριμμένης γάρ φησιν ἐπιθυμεῖν. Οἰκέτης Β ἰδού. ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ· οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν. Οἰκέτης Α αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν, καὶ τρῖβʼ ἔθʼ ἑτέρας. Οἰκέτης Β μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ· οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας. Οἰκέτης Α αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν. Οἰκέτης Β νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός. ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω, πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην. οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν. ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην. ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ. ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων τέως ἕως σαυτὸν λάθοις διαρραγείς. οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει, ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους, καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας. μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν· χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε. Οἰκέτης Α τοῦ γάρ ἐστʼ; Οἰκέτης Β οὐκ ἔσθʼ ὅπως τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου. Οἰκέτης Α οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί; ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ Ἰωνικός τίς φησι παρακαθήμενος· δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται, ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει. Οἰκέτης Β ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν. Οἰκέτης Α ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα. ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον, οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ. διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν; κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα. ἔα ἔα. σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ. Τρυγαῖος ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών; λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας. Οἰκέτης Α τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή, πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί· πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός; ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος, πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν, ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς. ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον, κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν, καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον, ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν, ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών. ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι. οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες· ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου. Τρυγαῖος ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων· μή μοι σοβαρῶς χώρει λίαν εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος, πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ· εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους αὐτοῦ μεῖνον τοὺς ἡμετέρους. Οἰκέτης Α ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις. Τρυγαῖος σίγα σίγα. Οἰκέτης Α ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς; Τρυγαῖος ὑπὲρ Ἑλλήνων πάντων πέτομαι τόλμημα νέον παλαμησάμενος. Οἰκέτης Α τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις; Τρυγαῖος εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν· τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν, τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν. Οἰκέτης Α οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς ὅποι πέτεσθαι διανοεῖ. Τρυγαῖος τί δʼ ἄλλο γʼ ἢ ὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν; Οἰκέτης Α τίνα νοῦν ἔχων; Τρυγαῖος ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται. Οἰκέτης Α ἐὰν δὲ μή σοι καταγορεύῃ; Τρυγαῖος γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα. Οἰκέτης Α μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ. Τρυγαῖος οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ. Οἰκέτης Α ἰοὺ ἰοὺ ἰού· ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ. ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα. Παιδίον ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε δώμασιν ἡμετέροις φάτις ἥκει, ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ ἐς κόρακας βαδιεῖ μεταμώνιος; ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με. Τρυγαῖος δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν, ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι, ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν. ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ. Παιδίον καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται; ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν. Τρυγαῖος πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι. Παιδίον τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία; Τρυγαῖος ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος. Παιδίον ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ, ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς. Τρυγαῖος ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ, ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος. Παιδίον οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος. Τρυγαῖος ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει· νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία, τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω. Παιδίον τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος; πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται; Τρυγαῖος ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Παιδίον λιμὴν δὲ τίς σε δέξεται φορούμενον; Τρυγαῖος ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν. Παιδίον ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ λόγον παράσχῃς καὶ τραγῳδία γένῃ. Τρυγαῖος ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε. ὑμεῖς δέ γʼ