Argonautica — Apollonius Rhodius
Book 1 ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ. τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι. δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν. αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ. νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν. νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς, ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο, Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων, ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο, ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο, μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων, τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης, υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο· ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης, Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς, ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἦεν αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι, ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν, ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω, οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης, παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο, Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν, ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι, πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος, ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων, νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος, τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων, πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη. πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἤιε, μή οἱ δῆμος ἐ