Phoenissae — Euripides
Ἰοκάστη ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα· ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον. ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως, — Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ — καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν, ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν. ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ, μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς, καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος. ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν, λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον· ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν. Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν. ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις, τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ. καί νιν κελεύει Λαΐου τροχηλάτης· ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν. ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; — παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις, Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός. γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη. τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ. μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη γένοιτο πολλῶν δεομένη σοφισμάτων· ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε. τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς, ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει· ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. Παιδαγωγός ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα, σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα. ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί· σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον. Ἀντιγόνη ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ χεῖρʼ ἀπὸ κλιμάκων ποδὸς ἴχνος ἐπαντέλλων. Παιδαγωγός ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης· κινούμενον γὰρ τυγχάνει Πελασγικὸν στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους. Ἀντιγόνη ἰὼ πότνια παῖ Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν πεδίον ἀστράπτει. Παιδαγωγός οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων. Ἀντιγόνη ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα λαϊνέοισιν Ἀμφίονος ὀργάνοις τείχεος ἥρμοσται; Παιδαγωγός θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. Ἀντιγόνη τίς οὗτος ὁ λευκολόφας, πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ ἀμφὶ βραχίονι κουφίζων; Παιδαγωγός λοχαγός, ὦ δέσποινα. Ἀντιγόνη τίς, πόθεν γεγώς; αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται; Παιδαγωγός οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ. Ἀντιγόνη ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, γίγαντι γηγενέτᾳ προσόμοιος ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ. Παιδαγωγός τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ; Ἀντιγόνη ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. τίς δʼ ἐστὶν οὗτος; Παιδαγωγός παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει. Ἀντιγόνη οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας ὁμόγαμος κυρεῖ; ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. Παιδαγωγός σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι. Ἀντιγόνη σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε; Παιδαγωγός σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα, σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους. Ἀντιγόνη τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ καταβόστρυχος, ὄμμασι γοργὸς εἰσιδεῖν νεανίας, λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ πάνοπλος ἀμφέπει; Παιδαγωγός ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. Ἀντιγόνη ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν, ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων. Παιδαγωγός εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν· ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί. Ἀντιγόνη ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς πολυπόνῳ μοίρᾳ; ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον. Παιδαγωγός ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ὁρᾷς; Ἀντιγόνη ὁρῶ δῆτʼ οὐ