Cyclops — Euripides
Σιληνός Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους νῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας· πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς· ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ ἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω; οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ. καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον. ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν, ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳ αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ, παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ. ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν, ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ Kύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι. τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν. παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις νέμουσι μῆλα νέα νέοι πεφυκότες, ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ Κύκλωπι δείπνων ἀνοσίων διάκονος. καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους, ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα. ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι; Χορός παῖ γενναίων μὲν πατέρων γενναίων τ’ ἐκ τοκάδων, πᾷ δή μοι νίσῃ σκοπέλους; οὐ τᾷδ’ ὑπήνεμος αὔρα καὶ ποιηρὰ βοτάνα; δινᾶέν θ’ ὕδωρ ποταμῶν ἐν πίστραις κεῖται πέλας ἄν- τρων; οὔ σοι βλαχαὶ τεκέων; Χορός —ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. Χορός σπαργῶντας μαστοὺς χάλασον· δέξαι θηλαῖσι ἃς λείπεις ἀρνῶν θαλάμοις. ποθοῦσί σ’ ἁμερόκοιτοι βλαχαὶ σμικρῶν τεκέων. εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς ποιηροὺς λείπουσα νομοὺς Αἰτναίων εἴσω σκοπέλων; Χορός Χορός οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ Βάκχαι τε θυρσοφόροι, οὐ τυμπάνων ἀλαλαγμοὶ κρήναις παρ’ ὑδροχύτοις, οὐκ οἴνου χλωραὶ σταγόνες· οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν ἴακχον ἴακχον ᾠδὰν μέλπω πρὸς τὰν Ἀφροδίταν, ἃν θηρεύων πετόμαν Βάκχαις σὺν λευκόποσιν ὦ φίλος· ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς; ποῖ ξανθὰν χαίταν σείεις; ἐγὼ δ’ ὁ σὸς πρόπολος θητεύω Κύκλωπι τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ σᾶς χωρὶς φιλίας. Σιληνός σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε. Χορός χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις; Σιληνός ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι, κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι, τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι. ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον. Ὀδυσσεύς ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις; --τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν· Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ. χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον. Σιληνός χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν. Ὀδυσσεύς Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. Σιληνός οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος. Ὀδυσσεύς ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή· Σιληνός πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει; Ὀδυσσεύς ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων. Σιληνός πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός; Ὀδυσσεύς ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ. Σιληνός παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί. Ὀδυσσεύς ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης; Σιληνός λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν. Ὀδυσσεύς τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν; Σιληνός Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος. Ὀδυσσεύς τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα; Σιληνός οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε. Ὀδυσσεύς τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος; Σιληνός Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων. Ὀδυσσεύς τίνος κλύοντες; ἢ δεδήμευται κράτος; Σιληνός νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός. Ὀδυσσεύς σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν; Σιληνός γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ. Ὀδυσσεύς Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς; Σιληνός ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα. Ὀδυσσεύς φιλόξενοι δὲ χὥσιοι περὶ ξένους; Σιληνός γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν. Ὀδυσσεύς τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ; Σιληνός οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη. Ὀδυσσεύς αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω; Σιληνός φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν. Ὀδυσσεύς οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός; Σιληνός οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν. Ὀδυσσεύς ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν. Σιληνός οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας. Ὀδυσσεύς ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον. Σιληνός καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα. Ὀδυσσεύς ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει. Σιληνός σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον; Ὀδυσσεύς οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω. Σιληνός ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι. Ὀδυσσεύς καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ. Σιληνός ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις; Ὀδυσσεύς ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς. Σιληνός ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν; Ὀδυσσεύς ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον. Σιληνός οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου. Ὀδυσσεύς ναί· δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ. Σιληνός καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί. Ὀδυσσεύς βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ; Σιληνός δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ. Ὀδυσσεύς καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα. Σιληνός φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών. Ὀδυσσεύς ἰδού. Σιληνός παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει. Ὀδυσσεύς εἶδες γὰρ αὐτήν; Σιληνός οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι. Ὀδυσσεύς γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον. Σιληνός βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος. ἆ ἆ ἆ. Ὀδυσσεύς μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς; Σιληνός ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο. Ὀδυσ