Ichneutae — Sophocles
Ἀπόλλων ]κιο[ ]πειτα[ ] ἐ πεσσύθ[ην ]γ[ ]λ[ ]ω[ [πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς [καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν [ ἀ]πόπροθεν· ον[ δύς]λοφον φρενὶ τα[ βο]ῦς ἀμολγάδας [μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων [ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ [λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης [ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην [οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν [δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν. [ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ [στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων [θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε. [ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ· [Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ [ἀλλʼ οὔ]τις[ ] ς λ κιο ις ἔπειτα [δὲ [τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις, [ἔπει]τα δʼ[ ς Δωρικο[ [ γεί]τονʼ ἐνθ[εν [ ]ήκω ξυν[]α[ [ Κυλ]λήνης τε δύ[σβατον [ ]τε χῶρον, ἐς δʼ ὑλ[ [ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ [μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται [ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους [θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε, [τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ, [τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος. Σιληνός [ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον [βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι, [ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών [ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ, ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω. τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ς ν, παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυε βα [ ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις Ἀπόλλων [ ]ώσω· μοῦνον ἐμπ[έδου τ]άδε. Σιληνός τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν. Ἀπόλλων [ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ. Σιληνός [ ]ις ε ζητ [ Ἀπόλλων [ ]εσο[ Ἀπόλλων α[ ] Σιληνός τί τοῦτο; πο[ι λέγ]εις; Ἀπόλλων ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων. Χορὸς Σατύρων ἴθʼ ἄγε δ[ ] πόδα βά[σιν τε ]ν ἀπαπαπ[αῖ ] ὢ ὤ, σέ τοι [ ] ἔπιθι κλωπ[ ] ὑπόνομα κ[ ] διανύτων ό[ ] πατρικὰν γῆρ[υν ] πῶς πᾷ τὰ λάθρι[α νύχια ] κλέμματα ποσσὶ[ ] εἴ πως, ἂν τύχω, πο[ ] πατρί τʼ ἐλεύθερον β[ ] μετ[ ] ξυνάμα θεὸς ὁ φίλος ἀνέτω πόνους, προφήνας ἀρίζηλα χρυσοῦ παραδείγματα. Σιληνός θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε, τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται, λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ. [τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος, [ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε [Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της. [ ]α[ ]τ[ ]ς τοῦ λό[γου ]θʼ ἅμα[ μήνυ[τρα Χορός ἰὼ ς[ ϋηο[ δʼ οὐδ[ Σιληνός φησίν τις; ἢ[ ἔοικεν ἤδη κ[ ἄγʼ εἷα δὴ πᾶς ς[ ῥινηλατῶν ὀσμ[αῖσι αὔρας ἐάν πῃ πρ[ ] διπλοῦς ὀκλάζω[ν ]ν ὕποσμος ἐν χρῷ [ ] οὕτως ἔρευναν καὶ π[ ] ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν. Ἡμιχορὸς α θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα· ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρ τει. Ἡμιχορὸς β ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα. Ἡμιχορὸς α σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει. Ἡμιχορὸς β τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν; Ἡμιχορὸς α τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ; Ἡμιχορὸς β δοκεῖ πάνυ. σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε. Ἡμιχορὸς α ἰδοὺ ἰδού· καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν. Ἡμιχορὸς β ἄθρει μάλα. αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε [τρού]μ[ε]νον. Ἡμιχορὸς α χ[ώ]ρει δρόμῳ καὶ τα[ ]ν ἔχου οπ[ ][ ]μενος ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ Ἡμιχορὸς β οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος. ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα. Ἡμιχορὸς α ἔα μάλα· παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε. τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος; εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα· δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην. Σιληνός τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ, πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω· [ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών, [ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί. [τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ; ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου. Χορός ὕ [ὗ] ὕ ὗ. Σιληνός τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς; τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων; α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι; Χορός ς[ίγα μὲν οὖν.] Σιληνός τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων; Χορός ἄ[κουε δή. Σιληνός καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων; Χορός ἐμοὶ πιθοῦ. Σιληνός ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε. Χορός ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά, [ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν. Σιληνός τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε, μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ φόβον βλέποντες, πάν[τα] δειματούμενοι, ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ, πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε. τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων, οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα, οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου, οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν [π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου [ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν, [ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν, πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε, ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο, καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε. εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν, κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε. Χορός πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι, ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία· γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν. Σιληνός ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ, κυνορτικὸν σύριγμα διακαλούμεν[ος. ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν· ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ. Χορός ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς. τί μάτην ὑπέκλαγες, ὑπέκριγες ὑπό μʼ ἴδες; ἔχεται ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ; ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν. ἐμὸς εἶ, ἀνάγου. δεῦτʼ ὤ, τίς ὅδε [ ]της ὁ δράκις, ὁ γράπις, [ ] [Ο]ὐρίας Οὐρίας, αδ[ ]κεις παρέβης· μεθυ[ ] ὅ τι ποτε φερε[ ]ι[ ]ν ἔποχον ἔχει τι[ ] στίβος ὁδενες[ ] στράτιος, στράτ[ιος ]υ[ ] δεῦρʼ ἕπου· τ[ ]δρ[ ] ἔνι β[ο]ῦς ἔνι πονο[ μὴ μεθῇ κρ[ο]κι [ σὺ τί καλ[ὸ]ν ἐπιδ[ ὅδε γʼ