Otho — Plutarch
Ὄθων 1 ὁ δὲ νεώτερος αὐτοκράτωρ ἅμʼ ἡμέρᾳ προελθὼν εἰς τὸ Καπιτώλιον ἔθυσε· καὶ κελεύσας Μάριον Κέλσον ἀχθῆναι πρὸς αὑτὸν ἠσπάσατο καὶ διελέχθη φιλανθρώπως, καὶ παρεκάλεσε τῆς αἰτίας ἐπιλαθέσθαι μᾶλλον ἢ τῆς ἀφέσεως μνημονεύειν. τοῦ δὲ Κέλσου μήτε ἀγεννῶς ἀποκριναμένου μήτʼ ἀναισθήτως, ἀλλά φήσαντος αὐτὸ τοῦ τρόπου διδόναι τὸ ἔγκλημα πίστιν, ἐγκεκλῆσθαι γὰρ ὅτι Γάλβᾳ βέβαιον ἑαυτὸν παρέσχεν, ᾧ χάριν οὐδεμίαν ὤφειλεν, ἠγάσθησαν οἱ παρόντες ἀμφοτέρων καὶ τὸ στρατιωτικὸν ἐπῄνεσεν. ἐν δὲ συγκλήτῳ πολλὰ δημοτικὰ καὶ φιλάνθρωπα διαλεχθείς, ὃν μὲν αὐτὸς ὑπατεύειν χρόνον ἤμελλε, τούτου μέρος ἔνειμεν Οὐεργινίῳ Ῥούφῳ, τοῖς δὲ ἀποδεδειγμένοις ὑπὸ Νέρωνος ἢ Γάλβα πᾶσιν ἐτήρησε τὰς ὑπατείας. ἱερωσύναις δὲ τοὺς καθʼ ἡλικίαν προήκοντας ἢ δόξαν ἐκόσμησε. τοῖς δὲ ἐπὶ Νέρωνος φυγοῦσι καὶ κατελθοῦσιν ἐπὶ Γάλβα συγκλητικοῖς πᾶσιν ἀπέδωκεν ὅσα μὴ πεπραμένα τῶν κτημάτων ἑκάστου ἐξεύρισκεν. ὅθεν οἱ πρῶτοι καὶ κράτιστοι πεφρικότες πρότερον ὡς οὐκ ἀνδρός, ἀλλά τινος ἢ Ποινῆς ἢ παλαμναίου δαίμονος ἄφνω τοῖς πράγμασιν ἐπιπεπτωκότος, ἡδίους ἐγένοντο ταῖς ἐλπίσι πρὸς τὴν ἠγεμονίαν ὥσπερ διαμειδιῶσαν. 2 ὁμοῦ δὲ Ῥωμαίους πάντας οὐδὲν εὔφρανεν οὕτως οὐδὲ ᾠκειώσατο πρὸς αὐτὸν ὡς τὰ περὶ Τιγελλῖνον. ἐλελήθει μὲν γὰρ ἤδη κολαζόμενος αὐτῷ τῷ φόβῳ τῆς κολάσεως ἣν ὡς χρέος ἀπῄτει δημόσιον ἡ πόλις, καὶ νοσήμασιν ἀνηκέστοις σώματος, αὐτάς τε τὰς ἀνοσίους καὶ ἀρρήτους ἐν γυναιξὶ πόρναις καὶ ἀκαθάρτοις ἐγκυλινδήσεις, αἷς ἔτι προσέσπαιρε δυσθανατοῦντος αὐτοῦ τὸ ἀκόλαστον ἐπιδραττόμενον, ἐσχάτην τιμωρίαν ἐποιοῦντο καὶ πολλῶν ἀντάξια θανάτων οἱ σωφρονοῦντες. ἠνία δὲ τοὺς πολλοὺς ὅμως τόν ἥλιον ὁρῶν μετὰ τοσούτους καὶ τοιούτους διʼ αὐτὸν οὐχ ὁρῶντας. ἔπεμψεν οὖν ἐπʼ αὐτὸν ὁ Ὄθων εἰς τοὺς περὶ Σινόεσσαν ἀγρούς· ἐκεῖ γὰρ διῃτᾶτο, πλοίων παρορμούντων, ὡς φευξόμενος ἀπωτέρω. καὶ τόν γε πεμφθέντα χρυσίῳ πολλῷ πείθειν ἐπεχείρησε παρεῖναι· μὴ πεισθέντι δὲ δῶρα μὲν ἔδωκεν οὐδὲν ἧττον, ἐδεήθη δὲ ὑπομεῖναι ἕως ἂν ἀποξύρηται τό γένειον· καὶ λαβὼν αὐτὸς ἑαυτὸν ἐλαιμοτόμησεν. 3 οὕτω δὲ τῷ δήμῳ τὴν δικαιοτάτην ἡδονὴν ἀποδοὺς ὁ Καῖσαρ, αὐτὸς ἰδίας ἔχθρας οὐδενὶ τοπαράπαν ἐμνησικάκησε, τοῖς δὲ πολλοῖς χαριζόμενος οὐκ ἔφευγε τὸ πρῶτον ἐν τοῖς θεάτροις Νέρων προσαγορεύεσθαι· καί τινων εἰκόνας Νέρωνος εἰς τοὐμφανὲς προθεμένων οὐκ ἐκώλυσε. Κλούβιος δὲ Ῥοῦφος εἰς Ἰβηρίαν φησὶ κομισθῆναι διπλώματα, οἷς ἐκπέμπουσι τοὺς γραμματηφόρους, τὸ τοῦ Νέρωνος θετὸν ὄνομα προσγεγραμμένον ἔχοντα τῷ τοῦ Ὄθωνος. οὐ μὴν ἀλλὰ τοὺς πρώτους καί κρατίστους αἰσθόμενος ἐπὶ τούτῳ δυσχεραίνοντας ἐπαύσατο. τοιαύτην δὲ τῆς ἡγεμονίας κατάστασιν αὐτῷ λαμβανούσης, οἱ μισθοφόροι χαλεποὺς παρεῖχον ἑαυτούς, ἀπιστεῖν παρακελευόμενοι καί φυλάττεσθαι καί κολούειν τοὺς ἀξιολόγους, εἴτʼ ἀληθῶς φοβούμενοι διʼ εὔνοιαν, εἴτε προφάσει χρώμενοι ταύτῃ τοῦ ταράττειν καί πολεμοποιεῖν. Κρισπῖνον δὲ πέμψαντος αὐτοῦ τὴν ἑπτακαιδεκάτην σπεῖραν Ὠστίας ἀπάξοντα, κἀκείνου νυκτὸς ἔτι συσκευαζομένου καί τὰ ὅπλα ταῖς ἁμάξαις ἐπιτιθέντος, οἱ θρασύτατοι πάντες ἐβόων οὐδὲν ὑγιὲς τὸν Κρισπῖνον ἥκειν διανοούμενον, ἀλλὰ τὴν σύγκλητον ἐπιχειρεῖν πράγμασι νεωτέροις, καὶ τὰ ὅπλα κατὰ Καίσαρος, οὐ Καίσαρι παρακομίζεσθαι. τοῦ δὲ λόγου πολλῶν ἁπτομένου καί παροξύνοντος, οἱ μὲν ἐπελαμβάνοντο τῶν ἁμαξῶν, οἱ δὲ τοὺς ἐνισταμένους ἑκατοντάρχας δύο καί τὸν Κρισπῖνον αὐτὸν ἀπέκτειναν, πάντες δὲ διασκευασάμενοι καί παρακαλέσαντες ἀλλήλους Καίσαρι βοηθεῖν ἤλαυνον εἰς τὴν Ῥώμην καί πυθόμενοι παρʼ αὐτῷ δειπνεῖν ὀγδοήκοντα συγκλητικούς, ἐφέροντο πρὸς τὰ βασίλεια, νῦν καιρὸν εἶναι λέγοντες ἐν ταὐτῷ πάντας ἀνελεῖν τοὺς Καίσαρος πολεμίους. ἡ μὲν οὖν πόλις ὡς αὐτίκα διαρπαγησομένη θόρυβον εἶχε πολύν, ἐν δὲ τοῖς βασιλείοις ἦσαν διαδρομαί, καί τὸν Ὄθων α δεινὴ κατελάμβανεν ἀπορία. φοβούμενος γὰρ ὑπὲρ τῶν ἀνδρῶν αὐτὸς ἦν φοβερὸς ἐκείνοις, καί πρὸς αὑτὸν ἀνηρτημένους ἑώρα ταῖς ὄψεσιν ἀναύδους καί περιδεεῖς, ἐνίους καί μετὰ γυναικῶν ἥκοντας ἐπὶ τὸ δεῖπνον. ἅμα δὲ τοὺς ἐπάρχους ἀπέστελλε τοῖς στρατιώταις διαλέγεσθαι καί πραΰνειν κελεύσας, ἅμα δὲ τοὺς κεκλημένους ἄνδρας ἀναστήσας καθʼ ἑτέρας θύρας ἀφῆκε· καί μικρὸν ἔφθησαν ὑπεκφυγόντες, διὰ τῶν μισθοφόρων ὠθουμένων εἰς τὸν ἀνδρῶνα καί πυνθανομένων τί γεγόνασιν οἱ Καίσαρος πολέμιοι. τότε μὲν οὖν ὀρθὸς ἀπὸ τῆς κλίνης πολλὰ παρηγορήσας καί δεηθεὶς καί μηδὲ δακρύων φεισάμενος μόλις ἀπέπεμψεν αὐτούς· τῇ δʼ ὑστεραίᾳ δωρησάμενος ἅπαντας κατʼ ἄνδρα χιλίαις καί διακοσίαις καί πεντήκοντα δραχμαῖς εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καί τὸ μὲν πλῆθος ἐπῄνεσεν, ὡς πρὸς αὐτὸν εὔνουν καί πρόθυμον, ὀλίγους δέ τινας οὐκ ἐπʼ ἀγαθῷ φήσας ὑποικουρεῖν, διαβάλλοντας αὐτοῦ τὴν μετριότητα καί τὴν ἐκείνων εὐστάθειαν, ἠξίου συναγανακτεῖν καί συγκολάζειν. ἐπαινούντων δὲ πάντων καί κελευόντων, δύο μόνους παραλαβών, οἷς οὐδεὶς ἔμελλεν ἄχθεσθαι κολασθεῖσιν, ἀπηλλάγη. 4 ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δʼ ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον. ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς· καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα. ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφʼ ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθʼ ἡσυχίας. ἀντέγραψε δὲ κἀκεῖνος αὐτῷ κατειρωνευόμενος ἡσυχῆ πρῶτον ἐκ δὲ τούτου διερεθιζόμενοι πολλὰ βλάσφημα καὶ ἀσελγῆ χλευάζοντες ἀλλήλοις ἔγραφον, οὐ ψευδῶς μέν, ἀνοήτως δὲ καὶ γελοίως θατέρου τὸν ἕτερον ἃ προσῆν ἀμφοτέροις ὀνείδη λοιδοροῦντος. ἀσωτίας γὰρ καὶ μαλακίας καὶ ἀπειρίας πολέμων καὶ τῶν πρόσθεν ἐπὶ πενίᾳ χρεῶν πλήθους ἔργον ἦν εἰπεῖν ὁποτέρῳ μεῖον αὐτῶν μέτεστι. σημείων δὲ καὶ φαντασμάτων πολλῶν λεγομένων, τὰ μὲν ἄλλα φήμας ἀδεσπότους καὶ ἀμφιβόλους εἶχεν, ἐν δὲ Καπιτωλίῳ Νίκης ἐφεστώσης ἅρματι τὰς ἡνίας πάντες εἶδον ἀφειμένας ἐκ τῶν χειρῶν, ὥσπερ κρατεῖν μὴ δυναμένης, καὶ τὸν ἐν μεσοποταμίᾳ νήσῳ Γαΐου Καίσαρος ἀνδριάντα μήτε σεισμοῦ γεγονότος μήτε πνεύματος