Demetrius — Plutarch
Δημήτριος 1 οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίως ἐν ἑκατέρῳ γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν. ἡ μὲν γὰρ αἴσθησις οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσει γέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύπων, ἀλλʼ ἔργον αὐτῆς ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφʼ αὑτῶν προηγουμένως, τὰ δὲ ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι· καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει, σκοπεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίων ἀπεργασίαν, αἵ τε πασῶν τελειόταται τεχνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν μόνον καὶ δικαίων καὶ ὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν καὶ αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλʼ ἀβελτερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν μάλιστα γινώσκειν προσήκει τοὺς ὀρθῶς βιωσομένους. οἱ μὲν οὖν παλαιοὶ Σπαρτιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζοντες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συμπόσια, τοῖς νέοις οἷόν ἐστι τὸ μεθύειν ἐπιδεικνύντες· ἡμεῖς δὲ τὴν μὲν ἐκ διαστροφῆς ἑτέρων ἐπανόρθωσιν οὐ πάνυ φιλάνθρωπον οὐδὲ πολιτικὴν ἡγούμεθα, τῶν δὲ κεχρημένων ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ πράγμασι μεγάλοις ἐπιφανῶν εἰς κακίαν, οὐ χεῖρον ἴσως ἐστὶ συζυγίαν μίαν ἢ δύο παρεμβαλεῖν εἰς τὰ παραδείγματα τῶν βίων, οὐκ ἐφʼ ἡδονῇ, μὰ Δία, καὶ διαγωγῇ τῶν ἐντυγχανόντων ποικίλλοντας τὴν γραφήν, ἀλλʼ ὥσπερ Ἰσμηνίας ὁ Θηβαῖος ἐπιδεικνύμενος τοῖς μαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει λέγειν, οὕτως αὐλεῖν δεῖ, καὶ πάλιν, οὕτως αὐλεῖν οὐ δεῖ, ὁ δʼ Ἀντιγενίδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέους αὐλητῶν ἐὰν καὶ τῶν φαύλων πεῖραν λαμβάνωσιν, οὕτω μοι δοκοῦμεν καὶ ἡμεῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ μιμηταὶ βίων εἰ μηδὲ τῶν φαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοιμεν. Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων ὅτι καὶ κακίας μεγάλας, ὥσπερ ἀρετάς, αἱ μεγάλαι φύσεις ἐκφέρουσι. γενόμενοι δʼ ὁμοίως ἐρωτικοί, ποτικοί, στρατιωτικοί, μεγαλόδωροι, πολυτελεῖς, ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον. οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δὲ ἐπικρατοῦντες, πλεῖστα δὲ ἀποβάλλοντες, ἀπροσδοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψαν, ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος. 2 Ἀντιγόνῳ τοίνυν δυεῖν υἱῶν ἐκ Στρατονίκης τῆς Κορράγου γενομένων, τὸν μὲν ἐπὶ τἀδελφῷ Δημήτριον, τὸν δʼ ἐπὶ τῷ πατρὶ Φίλιππον ὠνόμασεν. οὗτός ἐστιν ὁ τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δημήτριον οὐχ υἱόν, ἀλλʼ ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν· ἐπὶ νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος, εἶτα τῆς μητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαμηθείσης, υἱὸν ἐκείνου νομισθῆναι. τὸν μὲν οὖν Φίλιππον οὐ πολλοῖς ἔτεσι τοῦ Δημητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι· Δημήτριος δὲ μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων μηθένα τῆς ὁμοιότητος ἐφικέσθαι. τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωϊκή τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης. οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμα καὶ χάριν. ἥδιστος γὰρ ὢν συγγενέσθαι, σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶ διαίτας ἁβροβιώτατος βασιλέων, ἐνεργότατον αὖ πάλιν καὶ σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ δραστήριον· ᾗ καὶ μάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυσον, ὡς πολέμῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τε αὖθις ἐκ πολέμου τρέψαι πρὸς εὐφροσύνην καὶ χάριν ἐμμελέστατον. 3 ἦν μὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως· τῇ δὲ περὶ τὴν μητέρα σπουδῇ καὶ τὸν πατέρα τιμῶν ἐφαίνετο δι’ εὔνοιαν ἀληθινὴν μᾶλλον ἢ θεραπείαν τῆς δυνάμεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολάζοντος ἀπὸ θήρας ὁ Δημήτριος ἐπέστη· καὶ προσελθὼν τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας, ἐκάθισε παρʼ αὐτόν. ὁ δὲ Ἀντίγονος ἀπιόντας ἤδη τοὺς πρέσβεις ἔχοντας τὰς ἀποκρίσεις μεγάλῃ φωνῇ προσαγορεύσας, καὶ τοῦτο, εἶπεν, ὦ ἄνδρες, ἀπαγγέλλετε περὶ ἡμῶν, ὅτι πρὸς ἀλλήλους οὕτως ἔχομεν, ὡς ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν. οὕτως ἄρα πάντη δυσκοινώνητον ἡ ἀρχή, καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας, ὥστε ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλεξάνδρου διαδόχων καὶ πρεσβύτατον ὅτι μὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώματος πλησίον. οὐ μὴν ἀλλὰ καὶ μόνος, ὡς εἰπεῖν, ὁ οἶκος οὗτος ἐπὶ πλείστας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, μᾶλλον δὲ εἷς μόνος τῶν ἀπʼ Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν. αἱ δὲ ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲν ἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνους καὶ γυναικῶν· τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας. 4 τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλεταῖρον γεγονέναι τὸν Δημήτριον ἐν ἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθʼ ἡλικίαν συνήθης, ἐθεράπευε δὲ Ἀντίγονον, οὔτε ὢν οὔτε δοκῶν πονηρός, ἐκ δὲ ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν· ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δʼ ὕστερον ἐπανελθὼν ἰδεῖν οὐδὲν ἀλλʼ ἢ τετμημένην καλάμην. λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται, τὸ χρυσοῦν θέρος ἐξαμησάμενος. ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ, καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δὲ ὁ Δημήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεα