De morbis popularibus — Hippocrates
1 κατάστασις πρώτη ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, συνεχέα μαλθακῶς, ἐν νοτίοις. χειμὼν νότιος, σμικρὰ βόρεια, αὐχμοί· τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνεται. ἔαρ δὲ νότιον ψυχεινόν, σμικρὰ ὕσματα. θέρος ὡς ἐπὶ τὸ πολὺ ἐπινέφελον. ἀνυδρίαι. ἐτησίαι ὀλίγα, σμικρά, διεσπασμένως ἔπνευσαν. γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετʼ αὐχμῶν, πρωὶ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοις ἐγίνοντο καῦσοι καὶ τούτοισι πάνυ εὐσταθέες, καὶ ὀλίγοις ᾑμορράγει οὐδʼ ἀπέθνῃσκον ἐκ τούτων. ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα καὶ ἐξ ἀμφοτέρων, τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δὲ οἳ καὶ σμικρὰ ἐπεθερμαίνοντο. κατέσβη πᾶσιν ἀσινέως οὐδʼ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ ἄλλων προφασίων. ἦν δὲ ὁ τρόπος αὐτῶν χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώδυνα· πᾶσιν ἀσήμως ἠφανίσθη. ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι, καὶ τούτων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοισι· γυναιξὶ δὲ ὀλίγῃσιν ἐγίνετο. πολλοῖσι δὲ βῆχες ξηραὶ βήσσουσι καὶ οὐδὲν ἀνάγουσιν· φωναὶ βραγχώδεες. οὐ μετὰ πολύ, τοῖσι δὲ καὶ μετὰ χρόνον, φλεγμοναὶ μετʼ ὀδύνης ἐς ὄρχιν ἑτερόρροποι, τοῖσι δὲ ἐς ἀμφοτέρους. πυρετοὶ τοῖσι μέν, τοῖσι δʼ οὔ. ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι. τὰ δʼ ἄλλα ὅσα κατʼ ἰητρεῖον ἀνόσως διῆγον. πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι διὰ θέρεος καὶ κατὰ χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίνησαν, ἐπεὶ καὶ τοῖς ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε. ἔστι δʼ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτων, καὶ τῶν κατακλινέντων οὐκ οἶδα εἴ τις οὐδʼ εἰ μέτριον χρόνον περιεγένετο. ἀπέθνῃσκον δὲ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα· ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται. μοῦνον γὰρ καὶ μέγιστον τῶν γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν. ην δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοί, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες· ὁ δὲ τρόπος ἡμιτριταῖος· μίαν κουφότεροι, τῇ ἑτέρῃ παροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. ἱδρῶτες αἰεί, οὐ διʼ ὅλου· ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα. κοιλίαι ταραχώδεες χολώδεσιν, ὀλίγοις, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι· πυκνὰ ἀνίσταντο. οὖρα ἢ λεπτὰ καὶ ἄχρω καὶ ἄπεπτα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλʼ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. ἔβησσον δὲ σμικρά, πυκνά, πέπονα, κατʼ ὀλίγα μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα συμπίπτοι, οὐδʼ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι· εἶχον ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρά, λεπτά, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι, ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος, ἄδιψοι· καὶ παράληροι πολλοὶ περὶ θάνα τον. περὶ μὲν τὰ φθινώδεα ταῦτα. κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον. οὖρά τε τοῖσι πλείστοισιν εὔχρω μὲν καὶ καθαρά, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. βηχώδεες οὐ λίην. οὐδὲ τὰ βησσόμενα δυσκόλως· οὐδʼ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν ὅλον ὑπενόσεον, οὐ τὸν φθινώδεα τρόπον πυρετοῖσι φρικώδεσι, σμικρὰ ὑφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως. ἔκρινε τούτων οἷσι τὰ βραχύτατα γίνοιτο περὶ εἰκοστήν, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστήν, πολλοῖσι δὲ περὶ τὰς ὀγδοήκοντα. ἔστι δʼ οἷσιν οὐδʼ οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον· τούτων δὲ τοῖσι πλείστοισιν οὐ πολὺν διαλιπόντες χρόνον ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν, ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρί νοντο· πολλοῖσι δὲ αὐτῶν ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν. ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μούνοισι τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισι πᾶσιν εὐφόρως, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο. κατάστασις δευτέρη ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλʼ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖς ὑγροὶ καὶ προεκρηγνύμενοι. ταῦτα δὴ ἐγένετο τοιαῦτα μέχρι πληϊάδος δύσιος καὶ ὑπὸ πληϊάδα. χειμὼν δὲ βόρειος· ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνες· μειξαίθρια τὰ πλεῖστα. ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. ἤδη δὲ μεθʼ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνεῖν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως, οὐρανὸς λαι λαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι συνεχέες ἔπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ πάλιν ὕδατα. γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωὶ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως· σμικρὰ λημία δυσκόλως πολλοῖσιν ἐκρηγνύμενα· τοῖσι πλείστοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. κατὰ δὲ θέρος καὶ φθινόπωρον δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ λειεντεριώδεες. καὶ διάρροιαι χολώδεες, πολλοῖσι λεπτοῖσιν, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δʼ οἷσι καὶ ὑδατώδεες. πολλοῖσι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες· οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντʼ ἄλλων ἄλλα. ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί. ἱδρῶτες· πᾶσι πάντοθεν πολὺς πλάδος. ἐγίνετο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρετοί, περὶ ὧν γεγράψεται. ἐν οἷσι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα, μετὰ πόνου φθινώδεες. ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ χειμῶνα πυρετοὶ συνεχέες—καί τισιν αὐτῶν ὀλίγοισι καυσώδεες—ἡμερινοί, νυκτερινοί, ἡμιτριταῖοι, τριταῖοι ἀκριβέες, τεταρταῖοι, πλάνητες. ἔκαστοι δὲ τῶν ὑπογεγραμ μένων πυρετῶν πολλοῖσιν ἐγίνοντο. οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ ᾑμορράγει, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ