Against Pantaenetus — Demosthenes
δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγενημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί, παρεγραψάμην, ὡς ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου, οὐδʼ, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλʼ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζεται. εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν ἐγκαλεῖ, κατʼ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδημούντων δʼ ἡμῶν ἀμφοτέρων, ἁπάντων δʼ ἀνθρώπων εἰωθότων παρʼ αὐτὰ τἀδικήματα μᾶλλον ἢ χρόνων ἐγγεγενημένων ἀγανακτεῖν. ἐπειδὴ δʼ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδʼ ὅτι φήσετε, ἐπειδὰν τὰ πεπραγμένʼ ἀκούσητε, τῷ κατορθῶσαι τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν ἐστι παρʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδείξανθʼ ὡς οὐδʼ ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον, πειρᾶσθαι σῴζειν ἐμαυτόν. δεήσομαι δὲ καὶ μέτρια καὶ δίκαιʼ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν· πολλῶν γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτʼ ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν. ἐξ ἀρχῆς δʼ, ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων, ἅπαντα τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς. ἐδανείσαμεν πέντε καὶ ἑκατὸν μνᾶς ἐγὼ καὶ Εὔεργος, ὦ ἄνδρες δικασταί, Πανταινέτῳ τουτῳί, ἐπʼ ἐργαστηρίῳ τʼ ἐν τοῖς ἔργοις ἐν Μαρωνείᾳ καὶ τριάκοντʼ ἀνδραπόδοις. ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δʼ Εὐέργου. συνέβαινε δὲ τοῦτον ὀφείλειν Μνησικλεῖ μὲν Κολλυτεῖ τάλαντον, Φιλέᾳ δʼ Ἐλευσινίῳ καὶ Πλείστορι πέντε καὶ τετταράκοντα μνᾶς. πρατὴρ μὲν δὴ τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων ὁ Μνησικλῆς ἡμῖν γίγνεται (καὶ γὰρ ἐώνητʼ ἐκεῖνος αὐτὰ τούτῳ παρὰ Τηλεμάχου τοῦ πρότερον κεκτημένου)· μισθοῦται δʼ οὗτος παρʼ ἡμῶν τοῦ γιγνομένου τόκου τῷ ἀργυρίῳ, πέντε καὶ ἑκατὸν δραχμῶν τοῦ μηνὸς ἑκάστου. καὶ τιθέμεθα συνθήκας, ἐν αἷς ἥ τε μίσθωσις ἦν γεγραμμένη καὶ λύσις τούτῳ παρʼ ἡμῶν ἔν τινι ῥητῷ χρόνῳ. πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δʼ ἐνθάδʼ ἦν καὶ Εὔεργος. τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμʼ εἰπεῖν. οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτʼ ἀεὶ ταὔθʼ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπʼ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δʼ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δʼ ἄλλʼ ὅ τι ἂν βούληται. ἐκεῖνος δʼ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρʼ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτʼ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δʼ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δʼ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα. τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. ἐκεῖνο δʼ οἶδʼ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατʼ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος· εἰ δʼ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως. ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι. ΜΑΡΤΥΡΕΣ. ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί. ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον· ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι· τούτων δʼ οὐδέτερον προῃρούμην. ἀηδῶς δʼ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτʼ ἐστὶν ἠρώτων. ἀκούσας δʼ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δʼ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαιʼ ἐμοί, καὶ οἴεσθαι πείσειν. ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἧκον δʼ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδʼ ὑγιὲς τούτων. πάντα δʼ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, ἢ κομίσασθαι πάντα τὰ χρήματα παρʼ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξιʼ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων. ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος;