Andromache — Euripides
Ἀνδρομάχη Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ Πριάμου τύραννον ἑστίαν ἀφικόμην δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι, ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή· ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον· αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν. κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ. καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν· ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι. λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας, ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει. ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν. Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων. ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη. ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην, εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ. Θεράπαινα δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον, εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει, καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται, οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα. Ἀνδρομάχη ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ, κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ; θεράπαινα τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ, κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου. Ἀνδρομάχη οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον; πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην. Θεράπαινα οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε· φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο. Ἀνδρομάχη ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων. Θεράπαινα δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων. Ἀνδρομάχη οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις; Θεράπαινα γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών. Ἀνδρομάχη καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον. Θεράπαινα μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων; Ἀνδρομάχη πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν; Θεράπαινα τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων; Ἀνδρομάχη πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ. Θεράπαινα κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ. Ἀνδρομάχη ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς. Θεράπαινα οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί. ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. Ἀνδρομάχη χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ θρήνοισι καὶ γόοισι καὶ δακρύμασι, πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς ὅπως περάσας ἡμέραν ἥξει κάτω. Ἀνδρομάχη Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς. Χορός ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις δαρὸν οὐδὲ λείπεις, Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν, εἴ τί σοι δυναίμαν ἄκος τῶν δυσλύτων πόνων τεμεῖν, οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν, τλάμον’ παῖδ’ Ἀχιλλέως. Χορός γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις. δεσπόταις ἁμιλλᾷ Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν; λεῖπε δεξίμηλον δόμον τᾶς ποντίας θεοῦ. τί σοι καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν δεσποτῶν ἀνάγκαις; τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον οὐδὲν οὖσα μοχθεῖς; Χορός ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας δμωὶς ἐπ’ ἀλλοτρίας πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς σῶν, ὦ δυστυχεστάτα, παντάλαινα νύμφα. Χορός οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους δεσποτῶν ἐμῶν· φόβῳ δ’ ἡσυχίαν ἄγομεν— τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω— μὴ παῖς τᾶς Διὸς κόρας σοί μ’ εὖ φρονοῦσαν εἰδῇ. Ἑρμιόνη κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην, ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν. ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις· σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς, νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται· δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε ψυχὴ γ