Artaxerxes — Plutarch
Ἀρτοξέρξης 1 ὁ μὲν πρῶτος Ἀρτοξέρξης, τῶν ἐν Πέρσαις βασιλέων πραότητι καὶ μεγαλοψυχίᾳ πρωτεύσας, Μακρόχειρ ἐπεκαλεῖτο τὴν δεξιὰν μείζονα τῆς ἑτέρας ἔχων, Ξέρξου δὲ ἦν υἱός· ὁ δὲ δεύτερος, περὶ οὗ τάδε γράφεται, Μνήμων ἐπικληθείς ἐκ θυγατρὸς ἦν ἐκεῖνον. Δαρείου γὰρ καὶ Παρυσάτιδος παῖδες ἐγένοντο τέσσαρες, πρεσβύτατος μὲν Ἀρτοξέρξης, μετʼ ἐκεῖνον δὲ Κῦρος, νεώτεροι δὲ τούτων Ὀστάνης καὶ Ὀξάθρης. ὁ μὲν οὖν Κῦρος ἀπὸ Κύρου τοῦ παλαιοῦ τοὔνομα ἔσχεν, ἐκείνῳ δὲ ἀπὸ τοῦ ἡλίου γενέσθαι φασί Κῦρον γὰρ καλεῖν Πέρσας τὸν ἥλιον. ὁ δὲ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο· καίτοι Δείνων φησὶν ὅτι Ὀάρσης, ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασιλέως παρʼ ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας. 2 ὁ μὲν οὖν Κῦρος ἔντονόν τι καὶ σφοδρὸν εὐθὺς ἐκ πρώτης ἡλικίας εἶχεν, ἅτερος δὲ πραότερος ἐδόκει περὶ πάντα καὶ ταῖς ὁρμαῖς φύσει μαλακώτερος εἶναι, γυναῖκα δὲ καλὴν καὶ ἀγαθὴν ἔλαβε μὲν τῶν γονέων κελευόντων, ἐφύλαξε δὲ κωλυόντων τὸν γὰρ ἀδελφὸν αὐτῆς ἀποκτείνας ὁ βασιλεὺς ἐβουλεύετο κἀκείνην ἀνελεῖν, ὁ δὲ Ἀρσίκας τῆς μητρὸς ἱκέτης γενόμενος καὶ πολλὰ κατακλαύσας μόλις ἔπεισε μήτε ἀποκτεῖναι μήτε αὐτοῦ διαστῆσαι τὴν ἄνθρωπον. ἡ δὲ μήτηρ ὑπῆρχε τὸν Κῦρον μᾶλλον φιλοῦσα καὶ βουλομένη βασιλεύειν ἐκεῖνον, διὸ καὶ τοῦ πατρὸς νοσοῦντος ἤδη μετάπεμπτος ἀπὸ θαλάσσης γενόμενος παντάπασιν ἀνέβαινεν εὔελπις ὤν, ὡς κατειργασμένης ἐκείνης διάδοχον αὐτὸν ἀποδειχθῆναι τῆς ἀρχῆς. καὶ γὰρ εἶχεν εὐπρεπῆ λόγον ἡ Παρύσατις, ᾧ καὶ Ξέρξης ὁ παλαιὸς ἐχρήσατο, Δημαράτου διδάξαντος, ὡς Ἀρσίκαν μὲν ἰδιώτῃ, Κῦρον δὲ βασιλεύοντι Δαρείῳ τεκεῖν. οὐ μὴν ἔπεισεν, ἀλλʼ ὁ πρεσβύτερος ἀπεδείχθη βασιλεύς, Ἀρτοξέρξης μετονομασθείς, Κῦρος δὲ Λυδίας σατράπης καὶ τῶν ἐπὶ θαλάσσης στρατηγός. 3 ὀλίγῳ δʼ ὕστερον ἢ τελευτῆσαι Δαρεῖον ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν τελετὴν ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων, ἔστι δὲ θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾶν ἂν τις εἰκάσειεν. εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δὲ ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος. εἰ δὲ πρὸς τούτοις ἕτερʼ ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις. ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος ἀφίκετο Τισαφέρνης πρὸς αὐτόν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου. κατηγόρει δὲ ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν, οἱ μὲν ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως. μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς, ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ διʼ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν. 4 ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθʼ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡς Ξενοφῶν εἴρηκεν. ἀθρόους μὲν γὰρ οὐ συνήγαγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενος, ἀλλαχόθι δὲ ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε. βασιλέως δὲ ἥ τε μήτηρ παροῦσα τὰς ὑποψίας ἀφῄρει, καὶ Κῦρος αὐτὸς ἀεὶ θεραπευτικῶς ἔγραφε, τὰ μὲν αἰτούμενος παρʼ αὐτοῦ, τὰ δὲ Τισαφέρνους ἀντικατηγορῶν, ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος. ἦν δέ τις καὶ μέλλησις ἐν τῇ φύσει τοῦ βασιλέως, ἐπιείκεια φαινομένη τοῖς πολλοῖς. ἐν ἀρχῇ δὲ καὶ πάνυ ζηλοῦν ἔδοξε τὴν Ἀρτοξέρξου τοῦ ὁμωνύμου πραότητα, ἡδίω τε ἑαυτὸν παρέχων ἐντυγχάνεσθαι, καὶ περὶ τὸ τιμᾶν καὶ χαρίζεσθαι τὸ κατʼ ἀξίαν ὑπερβάλλων, κολάσεως δὲ πάσης ἀφαιρῶν τὸ ἐφυβρίζον καὶ ἡδόμενον, ἐν δὲ τῷ δέχεσθαι χάριτας οὐχ ἧττον τοῖς διδοῦσιν ἢ τοῖς λαμβάνουσιν ἐν τῷ διδόναι φαινόμενος εὔχαρις καὶ φιλάνθρωπος. οὐδὲν γὰρ ἦν οὕτως μικρόν τι τῶν διδομένων ὃ μὴ προσεδέξατο προθύμως, ἀλλὰ καὶ ῥόαν μίαν ὑπερφυῆ μεγέθει προσενέγκαντος Ὠμίσου τινὸς αὐτῷ, νὴ τὸν Μίθραν, εἶπεν, οὗτος ὁ ἀνὴρ καὶ πόλιν ἂν ἐκ μικρᾶς ταχὺ ποιήσειε μεγάλην πιστευθείς. 5 ἐπεὶ δὲ ἄλλων ἄλλα προσφερόντων καθʼ ὁδὸν αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ προσέδραμε καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος προσήνεγκεν, ἡσθεὶς ὁ Ἀρτοξέρξης φιάλην ἔπεμψεν αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς. Εὐκλείδᾳ δὲ τῷ Λάκωνι, πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς, ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτι σοὶ μὲν ἔξεστιν εἰπεῖν ἃ βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ ποιεῖν. ἐν δὲ θήρᾳ τινὶ Τηριβάζου δείξαντος αὐτῷ τόν κάνδυν ἐσχισμένον, ἠρώτησεν ὅ τι δεῖ ποιεῖν. ἐκείνου δὲ εἰπόντος, ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δὲ ἐμοὶ δός, οὕτως ἐποίησεν, εἰπών, δίδωμι μὲν, ὦ Τηρίβαζε, σοὶ τοῦτον, φορεῖν δὲ ἀπαγορεύω. τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, ὁ μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε· δίδωμί σοι καὶ τὰ χρυσία φορεῖν ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ. τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος ἀλλʼ ἢ μητρὸς βασιλέως ἢ γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπʼ αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, νεωτέρους ὄντας, ἐν δὲ τοῖς μάλιστα κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις ἡ τῆς γυναικὸς Στατείρας ἁρμάμαξα γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα ταῖς δημότισιν ἀσπάσασθαί αὐτὴν καὶ προσελθεῖν, ὅθεν ἠγαπᾶτο τοῖς πολλοῖς ἡ βασίλεια. 6 τὸν μέντοι Κῦρον οἱ νεωτερισταὶ καὶ πολυπράγμονες ὡς λαμπρὸν ἄνδρ