De vitando aere alieno — Plutarch
ὅ Πλάτων ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρʼ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι· δεῖν δὲ μεταλαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον. ἆρʼ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ δανείζωνται παρʼ ἑτέρων μηδʼ ἐπʼ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δʼ ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρʼ ἑτέρων, μὴ δεόμενοι· τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τινʼ ἑαυτοῖς κτᾶσθαι· καὶ μάρτυρα δίδωσι καὶ βεδε ½ἰτανδο αερε ἀλιενο. βαιωτὴν ἄξιον, ὅτι ἔχει πιστεύεσθαι , δέον ἔχοντα μὴ δανείζεσθαι. τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν; ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης· ἐκπώματʼ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ· τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν· οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθʼ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδʼ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδʼ ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον · οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδʼ ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα · ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν. αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη· αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν. ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον. ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν. μηδὲ σὺ γʼ ἱπποσύνας τε μένειν, μηδʼ ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν ἀλλʼ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν· κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβάνοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς, ἀναγκάζοντα· κἂν δικάζῃς , ἐντυγχάνοντα· κἂν ὀμόσῃς, ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ θυροκοποῦντα. τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας τοῦ ἐπὶ τοῖς· σώμασιν ὀφείλειν; δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς , μᾶλλον δʼ οὐδʼ αὐτοῖς · τί γὰρ ἦν τὸ δεινόν; ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ Πλάτων φησὶ καθʼ Ἅιδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι. καὶ γὰρ οὗτοι τὴν ἀγορὰν ἀσεβῶν χώραν ἀποδείξαντες τοῖς ἀθλίοις χρεώσταις γυπῶν δίκην ἔσθουσι καὶ ὑποκείρουσιν αὐτοὺς δέρτρον ἔσω δύνοντες,ʼ τοὺς δʼ ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας καὶ συγκομίζοντας. ὡς δὲ Δαρεῖος ἐπὶ τὰς Ἀθήνας ἔπεμψε Δᾶτιν καὶ Ἀρταφέρνην ἐν ταῖς χερσὶν ἁλύσεις ἔχοντας καὶ δεσμὰ κατὰ τῶν αἰχμαλώτων, παραπλησίως οὗτοι τῶν χειρογράφων καὶ συμβολαίων ὥσπερ πεδῶν ἐπὶ τὴν Ἑλλάδα κομίζοντες ἀγγεῖα μεστὰ τὰς πόλεις ἐπιπορεύονται καὶ διελαύνουσι, σπείροντες οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλʼ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις. τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει· διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι. λέγεται μὲν παρὰ Μεσσηνίοις ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλος λεχθήσεται δὲ πρὸς τοὺς δανειστάς ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος. εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι· παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτʼ ὄντος μηδʼ ὑφεστῶτος γεννᾶται τόκος· καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος· αὐτοὶ γὰρ παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δʼ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν χρεωκοποῦντες· ὁ γὰρ οὗ γράφει λαμβάνων ἔλαττον χρεωκοπεῖται. καίτοι Πέρσαι γε τὸ ψεύδεσθαι δεύτερον ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν· ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι συμβαίνει πολλάκις· ψεύδονται δὲ μᾶλλον οἱ δανείζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες· καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ ἀνάγκην οὐδʼ ἀπορίαν, ἀλλʼ ἀπληστίαν, ἧς ἀναπόλαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ ἀνωφελὲς ὀλέθριον δὲ τοῖς ἀδικουμένοις. οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτʼ οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τραπέζας παρατίθενται οὔτʼ ἐσθῆ