Wealth — Aristophanes
Καρίων ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου. ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ, δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ, μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν. τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ, ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου, μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην, ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ, τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν. οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα, οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι, ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτε ὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα. οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε. Χρεμύλος μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με, ἵνα μᾶλλον ἀλγῇς. Καρίων λῆρος· οὐ γὰρ παύσομαι πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί· εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα. Χρεμύλος ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον. ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν· Καρίων οἶδά τοι. Χρεμύλος ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται καὶ πονηροί· Καρίων πείθομαι. Χρεμύλος ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν, τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον, τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει, πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν, ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν. Καρίων τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων; Χρεμύλος πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί· ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών, ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι, πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε. Καρίων καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ; Χρεμύλος τουτῳί. Καρίων εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον; Χρεμύλος τῷ τοῦτο κρίνεις; Καρίων δῆλον ὁτιὴ καὶ τυφλῷ γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ. Χρεμύλος οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει, ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί, πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ. Καρίων ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις, ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ. Πλοῦτος ἐγὼ μὲν οἰμώζειν λέγω σοι. Καρίων μαναθάνεις ὅς φησιν εἶναι; Χρεμύλος σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί· σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει. ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις, ἐμοὶ φράσον. Πλοῦτος κλάειν ἔγωγέ σοι λέγω. Καρίων δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. Χρεμύλος οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι. εἰ μὴ φράσεις γάρ— Καρίων ἀπό σʼ ὀλῶ κακὸν κακῶς. Χρεμύλος ὦ τᾶν— Πλοῦτος ἀπαλλάχθητον ἀπʼ ἐμοῦ. Χρεμύλος πώμαλα. Καρίων καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα. ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί. ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών. Χρεμύλος ἀλλʼ αἶρε ταχέως. Πλοῦτος μηδαμῶς. Χρεμύλος οὔκουν ἐρεῖς; Πλοῦτος ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον. Χρεμύλος νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ. Πλοῦτος μέθεσθε νῦν μου πρῶτον. Χρεμύλος ἤν, μεθίεμεν. Πλοῦτος ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος. ἐγὼ γάρ εἰμι Πλοῦτος. Χρεμύλος ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν; Καρίων σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος; ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ; Πλοῦτος ναί. Χρεμύλος ἐκεῖνος αὐτός; Πλοῦτος αὐτότατος. Χρεμύλος πόθεν οὖν φράσον αὐχμῶν βαδίζεις; Πλοῦτος ἐκ Πατροκλέους ἔρχομαι, ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο. Χρεμύλος τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι. Πλοῦτος ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν, ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ. Χρεμύλος καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους καὶ τοὺς δικαίους. Πλοῦτος ὁμολογῶ σοι. Χρεμύλος φέρε τί οὖν; εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ, φεύγοις ἂν ἤδη τοὺς πονηρούς; Πλοῦτος φήμʼ ἐγώ. Χρεμύλος ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις; Πλοῦτος πάνυ μὲν οὖν· πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου. Χρεμύλος καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων. Πλοῦτος ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ. Χρεμύλος μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου. Πλοῦτος οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα ἐμέλλετόν μοι; Χρεμύλος καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ, καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα. Καρίων μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ. Πλοῦτος ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι, ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ. Χρεμύλος ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί. Πλοῦτος μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες. Καρίων οἰμώξει μακρά. Χρεμύλος σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ. οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται, ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας βλέψαι ποιήσας. Πλοῦτος μηδαμῶς τοῦτʼ ἐργάσῃ. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. Χρεμύλος τί φῄς; Καρίων ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει. Πλοῦτος ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ† πύθοιτʼ ἂν ἐπιτρίψειε. Χρεμύλος νῦν δʼ οὐ τοῦτο δρᾷ, ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ; Πλοῦτος οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ. Χρεμύλος ἄληθες ὦ δειλότατε πάντων δαιμόνων; οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου, ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον; Πλοῦτος ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ. Χρεμύλος ἔχʼ ἥσυχος. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ μεῖζον δυνάμενον. Πλοῦτος ἐμὲ σύ; Χρεμύλος νὴ τὸν οὐρανόν. αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν; Καρίων διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ. Χρεμύλος φέρε τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ; Καρίων ὁδί. Χρεμύλος θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί; Καρίων καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς. Χρεμύλος οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως παύσειεν, εἰ βούλοιτο, ταῦ