Romulus — Plutarch
Ῥωμύλος 1 τὸ μέγα τῆς Ῥώμης ὄνομα καὶ δόξῃ διὰ πάντων ἀνθρώπων κεχωρηκὸς ἀφʼ ὅτου καὶ διʼ ἣν αἰτίαν τῇ πόλει γέγονεν, οὐχ ὡμολόγηται παρὰ τοῖς συγγραφεῦσιν, ἀλλʼ οἱ μὲν Πελασγούς, ἐπὶ πλεῖστα τῆς οἰκουμένης πλανηθέντας ἀνθρώπων τε πλείστων κρατήσαντας, αὐτόθι κατοικῆσαι, καὶ διὰ τὴν ἐν τοῖς ὅπλοις ῥώμην οὕτως ὀνομάσαι τὴν πόλιν, οἱ δὲ Τροίας ἁλισκομένης διαφυγόντας ἐνίους καὶ πλοίων ἐπιτυχόντας ὑπὸ πνευμάτων τῇ Τυρρηνίᾳ προσπεσεῖν φερομένους, καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὁρμίσασθαι· ταῖς δὲ γυναιξὶν αὐτῶν, ἀπορουμέναις ἤδη καὶ δυσανασχετούσαις πρὸς τὴν θάλασσαν, ὑποθέσθαι μίαν, ἣ καὶ γένει προὔχειν καὶ φρονεῖν ἐδόκει μάλιστα, Ῥώμην ὄνομα, καταπρῆσαι τὰ πλοῖα. πραχθέντος δὲ τούτου, πρῶτον μὲν ἀγανακτεῖν τοὺς ἄνδρας, ἔπειτα διʼ ἀνάγκην ἱδρυνθέντας περὶ τὸ Παλλάντιον, ὡς ὀλίγῳ χρόνῳ κρεῖττον ἐλπίδος ἔπραττον, ἀγαθῆς τε πειρώμενοι χώρας καὶ δεχομένων αὐτοὺς τῶν προσοίκων, ἄλλην τε τιμὴν ἀπονέμειν τῇ Ῥώμῃ καὶ τὴν πόλιν ἀπʼ αὐτῆς ὡς αἰτίας προσαγορεύειν. ἐξ ἐκείνου τε παραμένειν λέγουσι τὸ τοὺς συγγενεῖς τὰς γυναῖκας καὶ οἰκείους ἄνδρας ἀσπάζεσθαι τοῖς στόμασι· καὶ γὰρ ἐκείνας, ὅτε τὰ πλοῖα κατέπρησαν, οὕτως ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι τοὺς ἄνδρας, δεομένας αὐτῶν καὶ παραιτουμένας τὴν ὀργήν. 2 ἄλλοι δὲ Ῥώμην, Ἰταλοῦ θυγατέρα καὶ Λευκαρίας, (οἱ δὲ Τηλέφου τοῦ Ἡρακλέους), Αἰνείᾳ γαμηθεῖσαν, οἱ δʼ Ἀσκανίῳ τῷ Αἰνείοὐ, λέγουσι τοὔνομα θέσθαι τῇ πόλει· οἱ δὲ Ῥωμανόν, Ὀδυσσέως παῖδα καὶ Κίρκης, οἰκίσαι τὴν πόλιν· οἱ δὲ Ῥῶμον ἐκ Τροίας ὑπὸ Διομήδους ἀποσταλέντα τὸν Ἠμαθίωνος, οἱ δὲ Ῥῶμιν Λατίνων τύραννον, ἐκβαλόντα Τυρρηνοὺς τοὺς εἰς Λυδίαν μὲν ἐκ Θετταλίας, ἐκ δὲ Λυδίας εἰς Ἰταλίαν παραγενομένους. οὐ μὴν οὐδʼ οἱ Ῥωμύλον τῷ δικαιοτάτῳ τῶν λόγων ἀποφαίνοντες ἐπώνυμον τῆς πόλεως ὁμολογοῦσι περὶ τοῦ γένους [αὐτοῦ]. οἱ μὲν γὰρ Αἰνείου καὶ Δεξιθέας τῆς Φόρβαντος υἱὸν ὄντα νήπιον εἰς Ἰταλίαν κομισθῆναι καὶ τὸν ἀδελφὸν αὐτοῦ Ῥῶμον· ἐν δὲ τῷ ποταμῷ πλημμύραντι τῶν ἄλλων σκαφῶν διαφθαρέντων, ἐν ᾧ δʼ ἦσαν οἱ παῖδες εἰς μαλακὴν ἀποκλινθέντος ὄχθην ἀτρέμα, σωθέντας ἀπροσδοκήτως ὄνομα θεῖναι Ῥώμην. οἱ δὲ Ῥώμην, θυγατέρα τῆς Τρωάδος ἐκείνης, Λατίνῳ τῷ Τηλεμάχου γαμηθεῖσαν τεκεῖν τὸν Ῥωμύλον· οἱ δʼ Αἰμυλίαν τὴν Αἰνείου καὶ Λαβινίας, Ἄρει συγγενομένην. οἱ δὲ μυθώδη παντάπασι περὶ τῆς γενέσεως διεξίασι. Ταρχετίῳ γάρ, Ἀλβανῶν βασιλεῖ παρανομωτάτῳ καὶ ὠμοτάτῳ, φάσμα δαιμόνιον οἴκοι γενέσθαι· φαλλὸν γὰρ ἐκ τῆς ἑστίας ἀνασχεῖν καὶ διαμένειν ἐπὶ πολλὰς ἡμέρας. εἶναι δὲ Τηθύος ἐν Τυρρηνίᾳ χρηστήριον, ἀφʼ οὗ κομισθῆναι τῷ Ταρχετίῳ χρησμόν, ὥστε συμμεῖξαι τῷ φάσματι παρθένον· ἔσεσθαι γὰρ ἐξ αὐτῆς παῖδα κλεινότατον, ἀρετῇ καὶ τύχη καὶ ῥώμῃ διαφέροντα. φράσαντος οὖν τὸ μάντευμα τοῦ Ταρχετίου μιᾷ τῶν θυγατέρων καὶ συγγενέσθαι τῷ φαλλῷ προστάξαντος, αὐτὴν μὲν ἀπαξιῶσαι, θεράπαιναν δʼ εἰσπέμψαι. τὸν δὲ Ταρχέτιον ὡς ἔγνω χαλεπῶς φέροντα συλλαβεῖν μὲν ἀμφοτέρας ἐπὶ θανάτῳ, τὴν δʼ Ἑστίαν ἰδόντα κατὰ τοὺς ὕπνους ἀπαγορεύουσαν αὐτῷ τὸν φόνον, ἱστόν τινα παρεγγυῆσαι ταῖς κόραις ὑφαίνειν δεδεμέναις, ὡς ὅταν ἐξυφήνωσι, τότε δοθησομένας πρὸς γάμον. ἐκείνας μὲν οὖν διʼ ἡμέρας ὑφαίνειν, ἑτέρας δὲ νύκτωρ τοῦ Ταρχετίου κελεύοντος ἀναλύειν τὸν ἱστόν. ἐκ δὲ τοῦ φαλλοῦ τῆς θεραπαινίδος τεκούσης δίδυμα, δοῦναί τινι Τερατίῳ τὸν Ταρχέτιον, ἀνελεῖν κελεύσαντα. τὸν δὲ θεῖναι φέροντα τοῦ ποταμοῦ πλησίον, εἶτα λύκαιναν μὲν ἐπιφοιτᾶν μαστὸν ἐνδιδοῦσαν, ὄρνιθας δὲ παντοδαποὺς ψωμίσματα κομίζοντας ἐντιθέναι τοῖς βρέφεσιν, ἄχρι οὗ βουκόλον ἰδόντα καὶ θαυμάσαντα τολμῆσαι προσελθεῖν καὶ ἀνελέσθαι τὰ παιδία. τοιαύτης δὲ τῆς σωτηρίας αὐτοῖς γενομένης, ἐκτραφέντας ἐπιθέσθαι τῷ Ταρχετίῳ καὶ κρατῆσαι. ταῦτα μὲν οὖν Προμαθίων τις, ἱστορίαν Ἰταλικὴν συντεταγμένος, εἴρηκε. 3 τοῦ δὲ πίστιν ἔχοντος λόγου μάλιστα καὶ πλείστους μάρτυρας τὰ μὲν κυριώτατα πρῶτος εἰς τοὺς Ἕλληνας ἐξέδωκε Διοκλῆς Πεπαρήθιος, ᾧ καὶ Φάβιος ὁ Πίκτωρ ἐν τοῖς πλείστοις ἐπηκολούθηκε. γεγόνασι δὲ καὶ περὶ τούτων ἕτεραι διαφοραί· τύπῳ δʼ εἰπεῖν τοιοῦτός ἐστι. τῶν ἀπʼ Αἰνείου γεγονότων ἐν Ἄλβῃ βασιλέων εἰς ἀδελφοὺς δύο, Νομήτορα καὶ Ἀμούλιον, ἡ διαδοχὴ καθῆκεν. Ἀμουλίου δὲ νείμαντος τὰ πάντα δίχα, τῇ δὲ βασιλείᾳ τὰ χρήματα καὶ τὸν ἐκ Τροίας κομισθέντα χρυσὸν ἀντιθέντος, εἵλετο τὴν βασιλείαν ὁ Νομήτωρ. ἔχων οὖν ὁ Ἀμούλιος τὰ χρήματα καὶ πλέον ἀπʼ αὐτῶν δυνάμενος τοῦ Νομήτορος, τήν τε βασιλείαν ἀφείλετο ῥᾳδίως, καὶ φοβούμενος ἐκ τῆς θυγατρὸς αὐτοῦ γενέσθαι παῖδας, ἱέρειαν τῆς Ἑστίας ἀπέδειξεν, ἄγαμον καὶ παρθένον ἀεὶ βιωσομένην. ταύτην οἱ μὲν Ἰλίαν, οἱ δὲ Ῥέαν, οἱ δὲ Σιλουίαν ὀνομάζουσι. φωρᾶται δὲ μετʼ οὐ πολὺν χρόνον κυοῦσα παρὰ τὸν καθεστῶτα ταῖς Ἑστιάσι νόμον, καὶ τὸ μὲν ἀνήκεστα μὴ παθεῖν αὐτὴν ἡ τοῦ βασιλέως θυγάτηρ Ἀνθὼ παρῃτήσατο, δεηθεῖσα τοῦ πατρός, εἵρχθη δὲ καὶ δίαιταν εἶχεν ἀνεπίμεικτον, ὅπως μὴ λάθοι τεκοῦσα τὸν Ἀμούλιον. ἔτεκε δὲ δύο παῖδας ὑπερφυεῖς μεγέθει καὶ κάλλει. διʼ ὃ καὶ μᾶλλον ὁ Ἀμούλιος φοβηθείς, ἐκέλευσεν αὐτοὺς ὑπηρέτην λαβόντα ῥῖψαι. τοῦτον ἔνιοι Φαιστύλον ὀνομάζεσθαι λέγουσιν, οἱ δʼ οὐ τοῦτον, ἀλλὰ τὸν ἀνελόμενον. ἐνθέμενος οὖν εἰς σκάφην τὰ βρέφη, κατέβη μὲν ἐπὶ τὸν ποταμὸν ὡς ῥίψων, ἰδὼν δὲ κατιόντα πολλῷ ῥεύματι καὶ τραχυνόμενον, ἔδεισε προσελθεῖν, ἐγγὺς δὲ τῆς ὄχθης καταθεὶς ἀπηλλάσσετο. τοῦ δὲ ποταμοῦ κατακλύζοντος ἡ πλημμύρα τὴν σκάφην ὑπολαβοῦσα καὶ μετεωρίσασα πρᾴως κατήνεγκεν εἰς χωρίον ἐπιεικῶς μαλθακόν, ὃ νῦν Κερμαλὸν καλοῦσι, πάλαι δὲ Γερμανόν, ὡς ἔοικεν ὅτι καὶ τοὺς ἀδελφοὺς γερμανοὺς ὀνομάζουσιν. 4 ἦν δὲ πλησίον ἐρινεός, ὃν Ῥωμινάλιον ἐκάλουν, ἢ διὰ τὸν Ῥωμύλον ὡς οἱ πολλοὶ νομίζουσιν, ἢ διὰ τὸ τὰ μηρυκώμενα τῶν θρεμμάτων ἐκεῖ διὰ τὴν σκιὰν ἐνδιάζειν, ἢ μάλιστα διὰ τὸν τῶν βρεφῶν θηλασμόν, ὅτι τήν τε θηλὴν ῥοῦμαν ὠνόμαζον οἱ παλαιοί, καὶ θεόν τινα τῆς ἐκτροφῆς τῶν νηπίων ἐπιμελεῖσθαι δοκοῦσαν ὀνομάζουσι Ῥουμῖναν, καὶ θύουσιν αὐτῇ νηφάλια, καὶ γάλα τοῖς ἱεροῖς ἐπισπένδουσιν. ἐνταῦθα δὴ τοῖς βρέφεσι κειμένοις τήν τε λύκαιναν ἱστοροῦσι θηλαζομένην καὶ δρυοκολάπτην τινὰ παρεῖναι συνεκτρέφοντα καὶ φυλάττοντα. νομίζεται δʼ Ἄρεως ἱερὰ τὰ ζῷα, τὸν δὲ δρυοκολάπτην καὶ διαφερόντως Λατῖνοι σέβονται καὶ τιμῶσιν· ὅθεν οὐχ ἥκιστα πίστιν ἔσχεν ἡ τεκοῦσα τὰ βρέφη τεκεῖν ἐξ Ἄρεως φάσκουσα. καίτοι τοῦτο παθεῖν αὐτὴν ἐξαπατηθεῖσαν λέγουσιν, ὑπὸ τοῦ Ἀμουλίου διαπαρθενευθεῖσαν,