Knights — Aristophanes
Δημοσθένης ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ. κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. Νικίας κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς. Δημοσθένης ὦ κακόδαιμον πῶς ἔχεις; Νικίας κακῶς καθάπερ σύ. Δημοσθένης δεῦρο δὴ πρόσελθʼ, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον. Δημοσθένης καὶ Νικίας μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. Δημοσθένης τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι; Νικίας τίς οὖν γένοιτʼ ἄν; Δημοσθένης λέγε σύ. Νικίας σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι. Δημοσθένης μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ. Νικίας πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; Δημοσθένης ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. Νικίας ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς; Δημοσθένης μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς· ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου. Νικίας λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών. Δημοσθένης καὶ δὴ λέγω μόλωμεν. Νικίας ἐξόπισθε νῦν αὐτὸ φάθι τοῦ μόλωμεν. Δημοσθένης αὐτό. Νικίας πάνυ καλῶς. ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν. Δημοσθένης μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν. Νικίας ἢν οὐχ ἡδύ; Δημοσθένης νὴ Δία· πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν. Νικίας τί δαί; Δημοσθένης ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται. Νικίας κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας. Δημοσθένης † ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς; Νικίας ἔγωγε. Δημοσθένης ποίῳ χρώμενος τεκμηρίῳ; Νικίας ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως; Δημοσθένης εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον. βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω; Νικίας οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν. Δημοσθένης λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα, πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων· ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην, ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε· ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον; εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον. ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα. Νικίας κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ. Δημοσθένης ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν· ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ. τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν, τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν. Νικίας κράτιστον οὖν νῷν ἀποθανεῖν. Δημοσθένης ἀλλὰ σκόπει, ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα. Νικίας πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα; βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν. ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος. Δημοσθένης μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα. Νικίας ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι; πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ; Δημοσθένης ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ. οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους. ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν. Νικίας οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ; Δημοσθένης ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι. ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. Νικίας ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν κλέπτων τὸν οἶνον. Δημοσθένης εἰπέ μοι Παφλαγὼν τί δρᾷ; Νικίας ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος. Δημοσθένης ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν σπονδήν. Νικίας λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος. Δημοσθένης ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου. ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν. Νικίας εἴπʼ, ἀντιβολῶ, τί ἔστι; Δημοσθένης τοὺς χρησμοὺς ταχὺ κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, ἕως καθεύδει. Νικίας ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος. Δημοσθένης φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ. τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν. Νικίας ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, ὅνπερ μάλιστʼ ἐφύλαττεν. Δημοσθένης ὦ σοφώτατε. φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι. ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. Νικίας ἰδού. τί φησʼ ὁ χρησμός; Δημοσθένης ἑτέραν ἔγχεον. Νικίας ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον; Δημοσθένης ὦ Βάκι. Νικίας τί ἔστι; Δημοσθένης δὸς τὸ ποτήριον ταχύ. Νικίας πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ. Δημοσθένης ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι, τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν; Νικίας τιή; Δημοσθένης ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται. Νικίας καὶ πῶς; Δημοσθένης ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται, ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. Νικίας εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε. Δημοσθένης μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος. Νικίας δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν; Δημοσθένης κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται. ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων. Νικία