On the Confiscation of the Property Of The Brother Of Nicias — Lysias
ἐνθυμήθητε τοίνυν, ὦ ἄνδρες δικασταί, οἷοί τινες ὄντες πολῖται καὶ αὐτοὶ καὶ ὧν προσήκοντες ἀδικούμενοι ἀξιοῦμεν ἐλεεῖσθαι ὑφʼ ὑμῶν καὶ τῶν δικαίων τυγχάνειν· οὐ γὰρ μόνον περὶ τῆς οὐσίας ἀγωνιζόμεθα, ἀλλὰ καὶ περὶ τῆς πολιτείας, εἰ χρὴ δημοκρατουμένης τῆς πόλεως ἡμῖν μετεῖναι. πρῶτον μὲν οὖν περὶ Νικίου τοῦ ἡμετέρου θείου ἀναμνήσθητε. ἐκεῖνος γὰρ ὅσα μὲν τῇ ἑαυτοῦ γνώμῃ χρώμενος ὑπὲρ τοῦ ὑμετέρου ἔπραξε, πανταχοῦ φανήσεται πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος, πλεῖστα δὲ καὶ μέγιστα κακὰ τοὺς πολεμίους εἰργασμένος· ὅσα δὲ οὐ βουλόμενος ἀλλʼ ἄκων ἠναγκάσθη ποιῆσαι, τῶν μὲν κακῶν οὐκ ἐλάχιστον αὐτὸς μετέσχε μέρος, τὴν δʼ αἰτίαν τῆς συμφορᾶς οἱ πείσαντες ὑμᾶς δικαίως ἂν ἔχοιεν, ἐπεὶ τήν γε πρὸς ὑμᾶς εὔνοιαν καὶ τὴν ἀρετὴν τὴν αὑτοῦ ἐν ταῖς εὐτυχίαις ταῖς ὑμετέραις καὶ ταῖς δυστυχίαις ταῖς τῶν ἐχθρῶν ἐπεδείξατο · στρατηγῶν γὰρ πολλὰς μὲν πόλεις εἷλε, πολλὰ δὲ καὶ καλὰ κατὰ τῶν πολεμίων ἔστησε τρόπαια, ὧν καθʼ ἓν ἕκατον πολὺ ἂν ἔργον εἴη λέγειν. Εὐκράτης τοίνυν, ἀδελφὸς μὲν ὢν ἐκεῖνον, πατὴρ δʼ ἐμός, ἤδη τῆς τελευταίας ναυμαχίας γεγενημένης φανερὰν ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχε περὶ τὸ πλῆθος τὸ ὑμέτερον· ἡττημένων γὰρ ἐν τῇ ναυμαχίᾳ στρατηγὸς ὑφʼ ὑμῶν ᾑρημένος καὶ παρακαλούμενος μετέχειν τῆς ὀλιγαρχίας ὑπὸ τῶν ἐπιβουλευόντων τῷ πλήθει, οὐκ ἠθέλησεν αὐτοῖς πείθεσθαι, ἐν τοιούτῳ καιρῷ ληφθεὶς ἐν ᾧ οἱ πλεῖστοι τῶν ἀνθρώπων καὶ μεταβάλλονται πρὸς τὰ παρόντα καὶ ταῖς τύχαις ἐίκουσι, δυστυχοῦντος τοῦ δήμου, οὐκ ἀπελαυνόμενος τῆς πολιτείας οὐδʼ ἰδίας ἔχθρας ὑπαρχούσης πρὸς ἄρξειν μέλλοντας, ἀλλʼ ἐξὸν αὐτῷ καὶ τῶν τριάκοντα γενέσθαι καὶ μηδενὸς ἔλαττον δύνασθαι, μᾶλλον εἵλετο πράττων ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ἀπολέσθαι ἢ ἐπιδεῖν τὰ τείχη καθαιρούμενα καὶ τὰς ναῦς τοῖς πολεμίοις παραδιδομένας καὶ τὸ ὑμέτερον πλῆθος καταδεδουλωμένον. καὶ οὐ πολλῷ χρόνῳ ὕστερον Νικήρατος, ἀνεψιὸς ὢν ἐμὸς καὶ ὑὸς Νικίου, εὔνους ὢν τῷ ὑμετέρῳ πλήθει, συλληφθεὶς ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, οὔτε γένει οὔτε οὐσίᾳ οὔθʼ ἡλικίᾳ δοκῶν ἀνάξιος εἶναι τῆς πολιτείας μετασχεῖν· ἀλλὰ τοιαῦτα ἐνομίζετο τὰ ὑπάρχοντα αὐτῷ πρὸς τὸ ὑμέτερον πλῆθος εἶναι καὶ διὰ τοὺς προγόνους καὶ αὐτόν, ὥστε οὐκ ἄν ποθʼ ἑτέρας ἐπιθυμῆσαι πολιτείας. συνῄδεσαν γὰρ ἅπασιν αὐτοῖς ὑπὸ τῆς πόλεως τιμωμένοις, καὶ πολλαχοῦ μὲν ὑπὲρ ὑμῶν κεκινδυνευκόσι, μεγάλας δʼ εἰσφορὰς εἰσενηνοχόσι καὶ λελῃτουργηκόσι κάλλιστα, καὶ τῶν ἄλλων οὐδενὸς πώποτʼ ἀποστᾶσιν ὧν ἡ πόλις αὐτοῖς προσέταξεν, ἀλλὰ προθύμως λῃτουργοῦσι. καίτοι τίνες ἂν ἡμῶν εἴησαν δυστυχέστεροι, εἰ ἐν μὲν τῇ ὀλιγαρχίᾳ ἀποθνῄσκοιμεν εὖνοι ὄντες τῷ πλήθει, ἐν δὲ τῇ δημοκρατίᾳ ὡς κακόνοι ὄντες τῷ πλήθει ἀποστεροίμεθα τῶν ὄντων; καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ Διόγνητος διαβληθεὶς μὲν ὑπὸ τῶν συκοφαντῶν φεύγων ὤχετο, μετʼ ὀλίγων δὲ τῶν ἐκπεπτωκότων οὔτʼ ἐπὶ τὴν πόλιν ἐστρατεύσατο οὔτʼ εἰς Δεκέλειαν ἀφίκετο· οὐδʼ ἔστιν ὅτου κακοῦ αἴτιος οὔτε φεύγων οὔτε κατελθὼν τῷ ὑμετέρῳ πλήθει γεγένηται, ἀλλʼ εἰς τοῦτʼ ἀρετῆς ἦλθεν ὥστε μᾶλλον ὠργίζετο τοῖς εἰς ὑμᾶς ἡμαρτηκόσιν ἢ τοῖς αὐτῷ τῆς καθόδου αἰτίοις γεγενημένοις χάριν ᾔδει . καὶ ἀρχὴν μὲν οὐδεμίαν ἦρξεν ἐν τῇ ὀλιγαρχίᾳ· ἐπειδὴ δὲ τάχιστα ἦλθον εἰς τὴν Ἀκαδήμειαν Λακεδαιμόνιοι καὶ Παυσανίας, λαβὼν τὸν Νικηράτου καὶ ἡμᾶς παῖδας ὄντας, ἐκεῖνον μὲν κατέθηκεν ἐπὶ τοῖς γόνασι τοῖς Παυσανίου, ἡμᾶς δὲ παραστησάμενος ἔλεγε πρὸς ἐκεῖνον καὶ τοὺς ἄλλους τοὺς παρόντας ὅσα εἴημεν πεπονθότες καὶ οἵαις τύχαις κεχρημένοι, καὶ ἠξίου Παυσανίαν βοηθῆσαι καὶ διὰ τὴν φιλίαν καὶ διὰ τὴν ξενίαν τὴν ὑπάρχουσαν, καὶ τιμωρὸν γενέσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων. ὅθεν Παυσανίας ἤρξατο εὔνους εἶναι τῷ δήμῳ, παράδειγμα ποιούμενος πρὸς τοὺς ἄλλους Λακεδαιμονίους τὰς ἡμετέρας συμφορὰς τῆς τῶν τριάκοντα πονηρίας· δῆλον γὰρ ἅπασι τοῖς ἐλθοῦσι Πελοποννησίων ἐγεγένητο, ὅτι οὐ τοὺς πονηροτάτους τῶν πολιτῶν ἀπέκτεινον, ἀλλʼ οἷς μάλιστα προσῆκον καὶ διὰ γένος καὶ διὰ πλοῦτον καὶ διὰ τὴν ἄλλην ἀρετὴν τιμᾶσθαι. οὕτω δʼ ἠλεούμεθα καὶ πᾶσι δεινὰ ἐδοκοῦμεν πεπονθέναι, ὥστε Παυσανίας τὰ μὲν παρὰ τῶν τριάκοντα ξένια οὐκ ἠθέλησε λαβεῖν, τὰ δὲ παρʼ ἡμῶν ἐδέξατο. καίτοι δεινόν, ὦ ἄνδρες δικασταί, ὑπὸ μὲν τῶν πολεμίων παῖδας ἡμᾶς ὄντας ἐλεεῖσθαι, οἳ τῇ ὀλιγαρχία βοηθήσοντες ἦλθον, ὑπὸ δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, τοιούτους γεγενημένους τῶν ὄντων ἀποστερεῖσθαι, ὧν οἱ πατέρες ὑπὲρ τῆς δημοκρατίας ἀπέθανον. εὖ δʼ οἶδʼ, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγούμενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν καὶ πρὸς τοὺς πολίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνῃσι τοσοῦτον δύναται, ὥσθʼ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι. πάντες γὰρ εἴσονται ὅτι τότε μὲν χιλίαις δραχμαῖς ἐζημιώσατε τὸν βουλόμενον τὴν ἡμετέραν γῆν δημοσίαν ποιῆσαι, νυνὶ δὲ κελεύων δημεῦσαι νενίκηκε, καὶ περὶ τούτων δὴ ἀμφοτέρων Ἀθηναῖοι, παρὰ νόμον φεύγοντος τοῦ αὐτοῦ ἀνδρός, τἀναντία σφίσιν αὐτοῖς ἐψηφίσαντο. οὐκ οὖν αἰσχρόν, εἰ ἃ μὲν Λακεδαιμονίοις συνέθεσθε βεβαιώσετε, ἃ δὲ αὑτοῖς ἐψηφίσασθε οὕτω ῥᾳδίως διαλύσετε, καὶ τὰς μὲν πρὸς ἐκείνους συνθήκας κυρίας ποιήσετε, τὰς δὲ πρὸς αὑτοὺς ἀκύρους; καὶ τοῖς μὲν ἄλλοις Ἕλλησιν ὀργίζεσθε, εἴ τις Λακεδαιμονίους ὑμῶν περὶ πλείονος ποιεῖται, ὑμεῖς δʼ αὐτοὶ φανήσεσθε πιστότερον πρὸς ἐκείνους ἢ πρὸς ὑμᾶς αὐτοὺς διακείμενοι; ἄξιον δὲ μάλιστʼ ἀγανακτῆσαι ὅτι οὕτως ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστʼ οὐχ ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν, ἀλλʼ ἀφʼ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς ψηφίζεσθε. καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν, εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφʼ ἡμῶν λεγομένων· νυνὶ δὲ πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν μὲν μέγιστον ἀγαθὸν εἶναι πόλει, στάσιν δὲ πάντῶν κακῶν αἰτίαν, διαφέρεσθαι δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστʼ, ἐὰν οἱ μὲν τῶν ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δʼ ἐκ τῶν ὄντων ἐκπίπτωσι. καὶ ταῦθʼ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βουλευόμενοι· ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν, καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλουτῆσαι. καίτοι πλείων συγγνώμη μνησικακεῖν νεωστὶ κατεληλυθόσ