Deorum concilium — Lucian of Samosata
Ζεύς μηκέτι τονθορύζετε, ὦ θεοί, μηδὲ κατὰ γωνίας συστρεφόμενοι πρὸς οὖς ἀλλήλοις κοινολογεῖσθε, ἀγανακτοῦντες εἰ πολλοὶ ἀνάξιοι μετέχουσιν ἡμῖν τοῦ συμποσίου, ἀλλʼ ἐπείπερ ἀποδέδοται περὶ τούτων ἐκκλησία, λεγέτω ἕκαστος ἐς τὸ φανερὸν τὰ οἱ καὶ κατηγορείτω. σὺ δὲ κήρυττε, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου. Ἑρμῆς ἄκουε, σίγα. τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν οἷς ἔξεστιν; ἡ δὲ σκέψις περὶ τῶν μετοίκων καὶ ξένων. Μῶμος ἐγὼ ὁ Μῶμος, ὦ Ζεῦ, εἴ μοι ἐπιτρέψειας εἰπεῖν. Ζεύς τὸ κήρυγμα ἤδη ὥστε οὐδὲν ἐμοῦ δεήσει. Μῶμος φημὶ τοίνυν δεινὰ ποιεῖν ἐνίους ἡμῶν, οἷς οὐκ ἀπόχρη θεοὺς ἐξ ἀνθρώπων αὐτοῖς γεγενῆσθαι, ἀλλʼ, εἰ μὴ καὶ τοὺς ἀκολούθους καὶ θεράποντας αὐτῶν ἰσοτίμους ἡμῖν ἀποφανοῦσιν, οὐδὲν μέγα οὐδὲ νεανικὸν οἴονται εἰργάσθαι. ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπʼ αἰδοῦς ἐπικαλύπτων τὴν ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπʼ αὐτῶν ἐπονομαζόμενος. πλὴν ἀλλʼ ἐπείπερ ἔξεστιν καὶ κεκήρυκται καὶ σύ, ὦ Ζεῦ, δίδως μετʼ ἐξουσίας , οὐδὲν ὑποστειλάμενος ἐρῶ. Μῶμος πολλοὶ γάρ, φημί, οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπʼ ἴσης, καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας ὄντες, ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν, καὶ νῦν ἐπʼ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν, οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον. Ζεύς μηδὲν αἰνιγματῶδες, ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος, ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις. χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν. Μῶμος εὖ γε, ὦ Ζεῦ, ὅτι καὶ παροτρύνεις με πρὸς τὴν ποιεῖς γὰρ τοῦτο βασιλικὸν ὡς ἀληθῶς καὶ μεγαλόφρον, ὥστε ἐρῶ καὶ τοὔνομα. ὁ γάρ τοι γενναιότατος οὗτος Διόνυσος ἡμιάνθρωπος ὤν, οὐδὲ Ἕλλην μητρόθεν ἀλλὰ Συροφοίνικός τινος ἐμπόρου τοῦ Κάδμου θυγατριδοῦς, ἐπείπερ ἠξιώθη τῆς ἀθανασίας, οἷος μὲν αὐτός ἐστιν οὐ λέγω, οὔτε τὴν μίτραν οὔτε τὴν μέθην οὔτε τὸ βάδισμα· πάντες γάρ, οἶμαι, ὁρᾶτε ὡς θῆλυς καὶ γυναικεῖος τὴν φύσιν, ἡμιμανής, ἀκράτου ἕωθεν ὁ δὲ καὶ ὅλην φατρίαν ἐσεποίησεν ἡμῖν καὶ τὸν χορὸν ἐπαγόμενος πάρεστι καὶ θεοὺς ἀπέφηνε τὸν Πᾶνα καὶ τὸν Σιληνὸν καὶ Σατύρους, ἀγροίκους τινὰς καὶ αἰπόλους τοὺς πολλούς, σκιρτητικοὺς ἀνθρώπους καὶ τὰς μορφὰς ἀλλοκότους· ὧν ὁ μὲν κέρατα ἔχων καὶ ὅσον ἐξ ἡμισείας ἐς τὸ κάτω αἰγὶ ἐοικὼς καὶ γένειον βαθὺ καθειμένος ὀλίγον τράγου διαφέρων ἐστίν, ὁ δὲ φαλακρὸς γέρων, σιμὸς τὴν ῥῖνα, ἐπὶ ὄνου τὰ πολλὰ ὀχούμενος, Λυδὸς οὗτος, οἱ δὲ Σάτυροι ὀξεῖς τὰ ὦτα, καὶ αὐτοὶ φαλακροί, κεράσται, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις τὰ κέρατα ὑποφύεται, Φρύγες τινὲς ὄντες· ἔχουσι δὲ καὶ οὐρὰς ἅπαντες. ὁρᾶτε οἵους ἡμῖν θεοὺς ποιεῖ ὁ γεννάδας; Μῶμος εἶτα θαυμάζομεν εἰ καταφρονοῦσιν ἡμῶν οἱ ἄνθρωποι ὁρῶντες οὕτω γελοίους θεοὺς καὶ τεραστίους; ἐῶ γὰρ λέγειν ὅτι καὶ δύο γυναῖκας ἀνήγαγεν, τὴν μὲν ἐρωμένην οὖσαν αὐτοῦ, τὴν Ἀριάδνην, ἧς καὶ τὸν στέφανον ἐγκατέλεξε τῷ τῶν ἄστρων χορῷ, τὴν δὲ Ἰκαρίου τοῦ γεωργοῦ θυγατέρα. καὶ ὃ πάντων γελοιότατον, ὦ θεοί, καὶ τὸν κύνα τῆς Ἠριγόνης, καὶ τοῦτον ἀνήγαγεν, ὡς μὴ ἀνιῷτο ἡ παῖς εἰ μὴ ἕξει ἐν τῷ οὐρανῷ τὸ ξύνηθες ἐκεῖνο καὶ ὅπερ ἠγάπα κυνίδιον. ταῦτα οὐχ ὕβρις ὑμῖν δοκεῖ καὶ παροινία καὶ γέλως; ἀκούσατε δʼ οὖν καὶ ἄλλους. Ζεύς μηδέν, ὦ Μῶμε, εἴπῃς μήτε περὶ Ἀσκληπιοῦ μήτε περὶ Ἡρακλέους· ὁρῶ γὰρ οἷ φέρῃ τῷ λόγῳ. οὗτοι γάρ, ὁ μὲν αὐτῶν ἰᾶται καὶ ἀνίστησιν ἐκ τῶν νόσων καὶ ἔστιν πολλῶν ἀντάξιος ἄλλων, ὁ δὲ Ἡρακλῆς υἱὸς ὢν ἐμὸς οὐκ ὀλίγων πόνων ἐπρίατο τὴν ἀθανασίαν· ὥστε μὴ κατηγόρει αὐτῶν. Μῶμος σιωπήσομαι, ὦ Ζεῦ, διὰ σέ, πολλὰ εἰπεῖν ἔχων. καίτοι εἰ μηδὲν ἄλλο, ἔτι τὰ σημεῖα ἔχουσι τοῦ πυρός. εἰ δὲ ἐξῆν καὶ πρὸς αὐτὸν σὲ τῇ παρρησίᾳ χρῆσθαι, πολλὰ ἂν εἶχον εἰπεῖν. Ζεύς καὶ μὴν πρὸς ἐμὲ ἔξεστιν μάλιστα. μῶν δʼ οὖν κἀμὲ ξενίας διώκεις; Μῶμος ἐν Κρήτῃ μὲν οὐ μόνον τοῦτο ἀκοῦσαι ἔστιν, ἀλλὰ καὶ ἄλλο τι περὶ σοῦ λέγουσιν καὶ τάφον ἐπιδεικνύουσιν· ἐγὼ δὲ οὔτε ἐκείνοις πείθομαι οὔτε Ἀχαιῶν Αἰγιεῦσιν ὑποβολιμαῖόν σε εἶναι φάσκουσιν. Μῶμος ἃ δὲ μάλιστα ἐλεγχθῆναι δεῖν ἡγοῦμαι, ταῦτα ἐρῶ. τὴν γάρ τοι ἀρχὴν τῶν τοιούτων παρανομημάτων καὶ τὴν αἰτίαν τοῦ νοθευθῆναι ἡμῶν τὸ ξυνέδριον σύ, ὦ Ζεῦ, παρέσχες θνηταῖς ἐπιμιγνύμενος καὶ κατιὼν παρʼ αὐτὰς ἐν ἄλλοτε ἄλλῳ σχήματι, ὥστε ἡμᾶς δεδιέναι μή σε καταθύσῃ τις ξυλλαβών, ὁπόταν ταῦρος ᾖς, ἢ τῶν χρυσοχόων τις κατεργάσηται χρυσὸν ὄντα, καὶ ἀντὶ Διὸς ἢ ὅρμος ἢ ψέλιον ἢ ἐλλόβιον ἡμῖν γένῃ. πλὴν ἀλλὰ ἐμπέπληκάς γε τὸν οὐρανὸν τῶν ἡμιθέων οὐ γὰρ ἂν ἄλλως εἴποιμι. καὶ τὸ πρᾶγμα γελοιότατόν ἐστιν, ὁπόταν τις ἄφνω ἀκούσῃ ὅτι ὁ Ἡρακλῆς μὲν θεὸς ἀπεδείχθη, ὁ δὲ Εὐρυσθεύς, ὃς ἐπέταττεν αὐτῷ, τέθνηκεν, καὶ πλησίον Ἡρακλέους νεὼς οἰκέτου ὄντος καὶ Εὐρυσθέως τάφος τοῦ δεσπότου αὐτοῦ, καὶ πάλιν ἐν Θήβαις Διόνυσος μὲν θεός, οἱ δʼ ἀνεψιοὶ αὐτοῦ ὁ Πενθεὺς καὶ ὁ Ἀκταίων καὶ ὁ Λέαρχος ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι. Μῶμος ἀφʼ οὗ δὲ ἅπαξ σύ, ὦ Ζεῦ, ἀνέῳξας τοῖς τοιούτοις τὰς θύρας καὶ ἐπὶ τὰς θνητὰς ἐτράπου, ἅπαντες μεμίμηνταί σε, καὶ οὐχ οἱ ἄρρενες μόνον, ἀλλʼ, ὅπερ αἴσχιστον, καὶ αἱ θήλειαι θεοί. τίς γὰρ οὐκ οἶδεν τὸν Ἀγχίσην καὶ τὸν Τιθωνὸν καὶ τὸν Ἐνδυμίωνα καὶ τὸν Ἰασίωνα καὶ τοὺς ἄλλους; ὥστε ταῦτα μὲν ἐάσειν μοι δοκῶ· μακρὸν γὰρ ἂν τὸ διελέγχειν γένοιτο. Ζεύς μηδὲν περὶ τοῦ Γανυμήδους, ὦ Μῶμε, εἴπῃς· χαλεπανῶ γὰρ εἰ λυπήσεις τὸ μειράκιον ὀνειδίσας ἐς τὸ γένος. Μῶμος οὐκοῦν μηδὲ περὶ τοῦ ἀετοῦ εἴπω, ὅτι καὶ οὗτος ἐν τῷ οὐρανῷ ἐστιν, ἐπὶ τοῦ βασιλείου σκήπτρου καθεζόμενος καὶ μονονουχὶ ἐπὶ σοι νεοττεύων, θεὸς εἶναι δοκῶν; Μῶμος ἢ καὶ τοῦτον τοῦ Γανυμήδους ἕνεκα ἐάσομεν; ἀλλʼ ὁ Ἄττης γε, ὦ Ζεῦ, καὶ ὁ Κορύβας καὶ ὁ Σαβάζιος, πόθεν ἡμῖν ἐπεισεκυκλήθησαν οὗτοι, ἢ ὁ Μίθρης ἐκεῖνος, ὁ Μῆδος, ὁ τὸν κάνδυν καὶ τὴν τιάραν, οὐδὲ ἑλληνίζων τῇ φωνῇ, ὥστε οὐδʼ ἢν προπίῃ τις ξυνίησι; τοιγαροῦν οἱ Σκύθαι ταῦτα ὁρῶντες, οἱ Γέται αὐτῶν, μακρὰ ἡμῖν χαίρειν εἰπόντες αὐτοὶ ἀπαθανατίζουσι καὶ θεοὺς χειροτονοῦσιν οὓς ἂν ἐθελήσωσι, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ Ζάμολξις δοῦλος