Bruta animalia ratione uti — Plutarch
Ὀδυσσεύς. ταῦτα μέν, ὦ Κίρκη, μεμαθηκέναι δοκῶ καὶ διαμνημονεύσειν· ἡδέως δʼ ἄν σου πυθοίμην, εἴ τινας ἔχεις Ἕλληνας ἐν τούτοις, οὓς λύκους καὶ λέοντας ἐξ ἀνθρώπων πεποίηκας. ΚΙΡΚΗ. καὶ πολλούς, ὦ ποθούμενʼ Ὀδυσσεῦ. πρὸς τί δὲ τοῦτο ἐρωτᾷς; ΟΔ. ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους, αὖθις εἰς ἀνθρώπους ἑταίρους ἀνασώσαιμι καὶ μὴ περιίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας. ΚΙΡ. οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπʼ ἀβελτερίας συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν. ΟΔ. ἕτερον αὖ τινα τοῦτον, ὦ Κίρκη, κυκεῶνα 20 λόγων ταράττεις καὶ ὑποφαρμάττεις, ἐμὲ γοῦν ἀτεχνῶς ρατιονε δτι; ποιοῦσα θηρίον, εἰ πείσομαί σοι ὡς συμφορὰ ἐστιν ἄνθρωπον ἐκ θηρίου γενέσθαι. ΚΙΡ. οὐ γὰρ ἢδη τούτων ἀτοπώτερα πεποίηκας σεαυτόν, ὃς τὸν ἀθάνατον καὶ ἀγήρων σὺν ἐμοὶ βίον ἀφεὶς ἐπὶ γυναῖκα θνητήν, ὡς δʼ ἐγώ φημι, καὶ γραῦν ἤδη διὰ μυρίων ἔτι κακῶν σπεύδεις, ὡς δὴ περίβλεπτος ἐκ τούτου καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γενησόμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων; ΟΔ. ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη τί γὰρ δεῖ πολλάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν; τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας. ΚΙΡ. Οὐχ οὕτω γʼ ἁπλῶς, μὰ τὴν Ἑκάτην οὐ γὰρ οἱ τυχόντες εἰσίν· ἀλλʼ ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον· ἐὰν δὲ μὴ πείσῃς, ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι . ΟΔ. τί μου καταγελᾷς, ὦ μακαρία; πῶς γὰρ ἂν ἢ δοῖεν οὗτοι λόγον ἢ λάβοιεν, ἕως ὄνοι καὶ σύες καὶ λέοντές εἰσι; ΚΙΡ. Θάρρει, φιλοτιμότατʼ ἀνθρώπων ἐγώ σοι παρέξω καὶ συνιέντας αὐτοὺς καὶ διαλεγομένους· μᾶλλον δʼ εἷς ἱκανὸς ἔσται καὶ διδοὺς καὶ λαμβάνων ὑπὲρ πάντων λόγον· ἰδού, τούτῳ διαλέγου. ΟΔ. καὶ τίνα τοῦτον, ὦ Κίρκη, προσαγορεύσομεν; ἢ τίς ἦν οὗτος ἀνθρώπων; ΚΙΡ. τί γὰρ τοῦτο πρὸς τὸν λόγον; ἀλλὰ καὶ κάλει αὐτόν, εἰ βούλει, Γρύλλον. ἐγὼ δʼ ἐκστήσομαι ὑμῖν, μὴ καὶ παρὰ γνώμην ἐμοὶ δοκῇ χαριζόμενος διαλέγεσθαι. ΓΡΥΛΛΟΣ . χαῖρε, Ὀδυσσεῦ. ΟΔ. καὶ σὺ νὴ Δία, Γρύλλε. ΓΡ. Τί βούλει ἐρωτᾶν; ΟΔ. ἐγὼ γινώσκων ὑμᾶς ἀνθρώπους γεγονότας οἰκτείρω μὲν ἅπαντας οὕτως ἔχοντας, εἰκὸς δέ μοι μᾶλλον διαφέρειν ὅσοι Ἕλληνες ὄντες εἰς ταύτην ἀφῖχθε τὴν δυστυχίαν νῦν οὖν ἐποιησάμην τῆς Κίρκης δέησιν, ὅπως τὸν βουλόμενον ὑμῶν ἀναλύσασα καὶ καταστήσασα πάλιν εἰς τὸ ἀρχαῖον εἶδος ἀποπέμψῃ μεθʼ ἡμῶν. ΓΡ. Παῦε, Ὀδυσσεῦ, καὶ περαιτέρω μηδὲν εἴπῃς ὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν, ὡς μάτην ἄρα δεινὸς ἐλέγου καὶ τῷ φρονεῖν πολὺ τῶν ἄλλων ἀνθρώπων ἐδόκεις διαφέρειν, ὃς αὐτὸ τοῦτʼ ἔδεισας, τὴν μεταβολὴν ἐκ χειρόνων εἰς ἀμείνω, μὴ σκεψάμενος· ὡς γὰρ οἱ παῖδες τὰ φάρμακα τῶν ἰατρῶν φοβοῦνται, καὶ τὰ παθήματα φεύγουσιν, ἃ μεταβάλλοντα ἐκ νοσερῶν καὶ ἀνοήτων ὑγιεινοτέρους καὶ φρονιμωτέρους ποιοῦσιν αὐτούς, οὕτω σὺ διεκρούσω τὸ ἄλλος ἐξ ἄλλου γενέσθαι, καὶ νῦν αὐτός τε φρίττων καὶ ὑποδειμαίνων τῇ Κίρκῃ σύνει, μή σε ποιήσῃ λαθοῦσα σῦν ἢ λύκον, ἡμᾶς τε πείθεις, ἐν ἀφθόνοις ζῶντας ἀγαθοῖς, ἀπολιπόντας ἅμα τούτοις τὴν ταῦτα παρασκευάζουσαν ἐκπλεῖν μετὰ σοῦ, τὸ πάντων φιλοποτμότατον ξῷον αὖθις ἀνθρώπους γενομένους. ΟΔ. ἐμοὶ σύ, Γρύλλε, δοκεῖς οὐ τὴν μορφὴν μόνον ἀλλὰ καὶ τὴν διάνοιαν ὑπὸ τοῦ πώματος ἐκείνου διεφθάρθαι καὶ γεγονέναι μεστὸς ἀτόπων καὶ διαλελωβημένων παντάπασι δοξῶν· ἢ σέ τις αὖ συνηθείας ἡδονὴ πρὸς τόδε τὸ σῶμα καταγεγοήτευκεν; ΓΡ. Οὐδέτερα τούτων, ὦ βασιλεῦ Κεφαλλήνων· ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μεταπείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅ τι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν πῶμεν. ΟΔ. ἀλλὰ μὴν ἐγὼ πρόθυμος ἀκροᾶσθαι. ΓΡ. Καὶ ἡμεῖς τοίνυν λέγειν. ἀρκτέον δὲ πρῶτον ἀπὸ τῶν ἀρετῶν, ἐφʼ αἷς ὁρῶμεν ὑμᾶς μέγα φρονοῦντας, ὡς τῶν θηρίων πολὺ καὶ δικαιοσύνῃ καὶ φρονήσει καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντας. ἀπόκριναι δή μοι, σοφώτατʼ ἀνδρῶν ἤκουσα γάρ σού ποτε διηγουμένου τῇ Κίρκῃ περὶ τῆς τῶν Κυκλώπων γῆς, ὡς οὔτʼ ἀρουμένη τὸ παράπαν, οὔτε τινὸς εἰς αὐτὴν φυτεύοντος οὐδὲν, οὕτως ἐστὶν ἀγαθὴ καὶ γενναία τὴν φύσιν, ὥσθʼ ἅπαντας ἐκφέρειν τοὺς καρποὺς ἀπʼ αὐτῆς· πότερον οὖν ταύτην ἐπαινεῖς μᾶλλον ἢ τὴν αἰγίβοτον Ἰθάκην καὶ τραχεῖαν, ἣ μόλις ἀπʼ ἔργων τε πολλῶν καὶ διὰ πόνων μεγάλων μικρὰ καὶ γλίσχρα καὶ μηδενὸς ἄξια τοῖς γεωργοῦσιν ἀναδίδωσι; καὶ ὅπως οὐ χαλεπῶς οἴσεις, παρὰ τὸ φαινόμενον εὐνοίᾳ τῆς πατρίδος ἀποκρινόμενος. ΟΔ. ἀλλʼ οὐ δεῖ ψεύδεσθαι φιλῶ μὲν γὰρ καὶ ἀσπάζομαι τὴν ἐμαυτοῦ πατρίδα καὶ χώραν μᾶλλον, ἐπαινῶ δὲ καὶ θαυμάζω τὴν ἐκείνων. ΓΡ. Οὐκοῦν τοῦτο μὲν οὕτως ἔχειν φήσομεν, ὡς ὁ φρονιμώτατος ἀνθρώπων ἄλλα μὲν οἴεται δεῖν ἐπαινεῖν καὶ δοκιμάζειν ἄλλα δʼ αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δʼ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἣτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν. ΟΔ. ἔστω σοι καὶ τοῦθʼ οὕτως. ΓΡ. Ἤδη οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν· ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνήροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσήκουσαν ἀρετήν. ΟΔ. καὶ τίνος ποτʼ ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις; ΓΡ. τίνος μὲν οὖν οὐχὶ μᾶλλον ἢ τῷ σοφωτάτῳ τῶν ἀνθρώπων; σκόπει δὲ πρῶτον, εἰ βούλει, τὴν ἀνδρείαν, ἐφʼ σὺ φρονεῖς μέγα καὶ οὐκ ἐγκαλύπτῃ θρασὺς καὶ πτολίπορθος ἀποκαλούμενος, ὅστις, ὦ σχετλιώτατε, δόλοις καὶ μηχαναῖς ἀνθρώπους ἁπλοῦν καὶ γενναῖον εἰδότας πολέμου τρόπον ἀπάτης δὲ καὶ ψευδῶν ἀπείρους παρακρουσάμενος, ὄνομα τῇ πανουργίᾳ προστίθης τῆς ἀρετῆς ἥκιστα πανουργίαν προσιεμένης. ἀλλὰ τῶν γε θηρίων τοὺς πρὸς ἄλληλα καὶ πρὸς ὑμᾶς ἀγῶνας ὁρᾷς ὡς ἄδολοι καὶ ἄτεχνοι καὶ μετʼ ἐμφανοῦς γυμνοῦ τε τοῦ θαρρεῖν πρὸς ἀληθινῆς ἀλκῆς ποιοῦνται τὰς ἀμύνας· καὶ οὔτε νόμου καλοῦντος οὔτʼ ἀστρατείας δεδοικότα γραφὴν ἀλλὰ φύσει φεύγοντα τὸ κρατεῖσθαι μέχρι τῶν ἐσχάτων ἐγκαρτερεῖ καὶ διαφυλάττει τὸ ἀήττητον οὐ γὰρ ἡττᾶται κρατούμενα τοῖς σώμασιν οὔδʼ ἀπαγορεύει ταῖς ψυχαῖς ἀλλὰ ταῖς μάχαις ἐναποθνήσκει. πολλῶν δὲ θνησκόντων ἡ ἀλκὴ μετὰ τοῦ θυμοειδοῦς ἀποχωρήσασά ποι καὶ συναθροισθεῖσα περὶ ἕν τι τοῦ σώματος μόριον ἀνθίσταται τῷ κτείνοντι καὶ πη