De exilio — Plutarch
τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους ὥσπερ τῶν φίλων φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφελίμως καὶ βοηθοῦντας· ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσδιαλέγονται τοῖς ἐπταικόσιν, ἀλλʼ ἀχρήστως μᾶλλον δὲ βλαβερῶς, καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν περιπλεκόμενοι καὶ συγκαταδύνοντες· δεῖ δὲ τὸν παρὰ τῶν φίλων καὶ τῶν βοηθούντων λόγον παρηγορίαν εἶναι μὴ συνηγορίαν τοῦ λυποῦντος. οὐ γὰρ συνδακρυόντων καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ ταπεινοῦν ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γιγνόμενον κενῶς καὶ ἀνοήτως· ὅπου δʼ αὐτὰ τὰ πράγματα δίδωσιν ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα πρὸς ἑαυτὸν εἰπεῖν οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ· κομιδῇ γελοῖόν ἐστι, μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέπονθε, μηδὲ τῆς ψυχῆς εἰ διὰ τὸ σύμπτωμα τοῦτο χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγανακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης. ὅθεν αὐτοὶ καθʼ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν , τὸ μὲν γὰρ· σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν. ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος· ἑαυτῷ κοῦφα καὶ βαρέα καὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον. ἔξεστι δʼ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο τοῦ δʼ Ἀλκμᾶνος, ὡς ὁ γράψας τοὐπιγραμμάτιον πεποίηκε, Σάρδιες, ἀρχαῖος πατέρων νομός , εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμην, κερνᾶς · ἦν τις ἂν ἢ βακέλας χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων θῆκαν Δασκύλεω κρείσσονα καὶ Γύγεω. τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν. ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή. καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν· ἀλλὰ μιγνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν. ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίγνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα καὶ βίαν ἀνίατον. εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκιὰν αὐτοῖς, ἢ τὴν ὄψιν ἀπεστρέψαμεν ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτʼ ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ φιλάνθρωπα τῶν νυνί σοι παρόντων, εὐπορίαν φίλους ἀπραγμοσύνην τὸ μηδὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον. οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν, οἳ μὴ τὰ σὰ πράγματα καὶ μετὰ φυγῆς μᾶλλον ἐθελήσουσιν αὑτοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες, ἤ, καθάπερ οἱ κοχλίαι τοῖς ὀστράκοις συμφυεῖς ὄντες ἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες, τῶν, οἴκοι μετέχειν ἀλύπως. ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν, ἐρομένου τίνα τρόπον, ἀποκρίνεται φιλοσόφως· οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως· τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;ʼ πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθʼ οὐδὲ κλαίομεν καὶ σοὶ τοίνυν παρʼ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. αἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς πίθους, ὦ φίλε, οὓς Ὅμηρος ἔφη κηρῶν ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγμένα τοῖς δʼ ἄκρατα ῥεύματα τῶν κακῶν· ἀλλʼ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτιόνων ὑπεκρεόντων. διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον ἐκλεαίνοντας· ὧν δʼ ἡ φύσις οὐδὲν ἔχει κακὸν ἀλλʼ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν. οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις ἐκ τῆς νομιζομένης; πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδʼ οἶκος οὐδʼ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδʼ ἰατρεῖον· ἀλλὰ γίγνεται μᾶλλον δʼ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων , φυτὸν οὐκ ἔγγειον οὐδʼ ἀκίνητον ἀλλʼ οὐράνιόν ἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης , πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν ὁ Ἡρακλῆς εἶπεν Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς. ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδʼ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίνθιος · ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις; οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί , καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτʼ ἀλλοδαπός, ὅπου ταὐτὸ πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφʼ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς; καὶ ἄρχων θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δʼ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπου