Pompey — Plutarch
Πομπήϊος 1 πρὸς Πομπήϊον ἔοικε τοῦτο παθεῖν ὁ Ῥωμαίων δῆμος εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ὁ Αἰσχύλου Προμηθεὺς πρὸς τὸν Ἡρακλέα σωθεὶς ὑπʼ αὐτοῦ καὶ λέγων ἐχθροῦ πατρός μοι τοῦτο φίλτατον τέκνον . οὔτε γὰρ μῖσος οὕτως ἰσχυρὸν καὶ ἄγριον ἐπεδείξαντο Ῥωμαῖοι πρὸς ἕτερον στρατηγὸν ὡς τὸν Πομπηΐου πατέρα Στράβωνα, ζῶντος μὲν αὐτοῦ φοβούμενοι τὴν ἐν τοῖς ὅπλοις δύναμιν (ἦν γὰρ ἀνὴρ πολεμικώτατος), ἐπεὶ δὲ ἀπέθανε κεραυνωθείς, ἐκκομιζόμενον τὸ σῶμα κατασπάσαντες ἀπὸ τοῦ λέχους καὶ καθυβρίσαντες, οὔτε μὴν εὔνοιαν αὖ πάλιν σφοδροτέραν ἢ θᾶσσον ἀρξαμένην ἢ μᾶλλον εὐτυχοῦντι συνακμάσασαν ἢ πταίσαντι παραμείνασαν βεβαιότερον ἄλλος ἔσχε Ῥωμαίων ἢ Πομπήϊος. αἰτία δὲ τοῦ μὲν μίσους ἐκείνῳ μία, χρημάτων ἄπληστος ἐπιθυμία, τούτῳ δὲ πολλαὶ τοῦ ἀγαπᾶσθαι, σωφροσύνη περὶ δίαιταν, ἄσκησις ἐν ὅπλοις, πιθανότης λόγου, πίστις ἤθους, εὐαρμοστία πρὸς ἔντευξιν, ὡς μηδενὸς ἀλυπότερον δεηθῆναι μηδὲ ἥδιον ὑπουργῆσαι δεομένῳ. προσῆν γὰρ αὐτοῦ ταῖς χάρισι καὶ τὸ ἀνεπαχθὲς διδόντος καὶ τὸ σεμνὸν λαμβάνοντος. 2 ἐν ἀρχῇ δὲ καὶ τὴν ὄψιν ἔσχεν οὐ μετρίως συνδημαγωγοῦσαν καὶ προεντυγχάνουσαν αὑτοῦ τῆς φωνῆς, τὸ γὰρ ἐράσμιον ἀξιωματικὸν ἦν φιλανθρώπως, καὶ ἐν τῷ νεαρῷ καὶ ἀνθοῦντι διέφαινεν εὐθὺς ἡ ἀκμὴ τὸ γεραρὸν καὶ τὸ βασιλικὸν τοῦ ἤθους, ἦν δέ τις καὶ ἀναστολὴ τῆς κόμης ἀτρέμα καὶ τῶν περὶ τὰ ὄμματα ῥυθμῶν ὑγρότης τοῦ προσώπου, ποιοῦσα μᾶλλον λεγομένην ἢ φαινομένην ὁμοιότητα πρὸς τὰς Ἀλεξάνδρου τοῦ βασιλέως εἰκόνας. ᾗ καὶ τοὔνομα πολλῶν ἐν ἀρχῇ συνεπιφερόντων οὐκ ἔφευγεν ὁ Πομπήϊος, ὥστε καὶ χλευάζοντας αὐτὸν ἐνίους ἤδη καλεῖν Ἀλέξανδρον. διὸ καὶ Λεύκιος Φίλιππος, ἀνὴρ ὑπατικός, συνηγορῶν αὐτῷ, μηδὲν ἔφη ποιεῖν παράλογον εἰ Φίλιππος ὢν φιλαλέξανδρός ἐστιν. Φλώραν δὲ τὴν ἑταίραν ἔφασαν ἤδη πρεσβυτέραν οὖσαν ἐπιεικῶς ἀεὶ μνημονεύειν τῆς γενομένης αὐτῇ πρὸς Πομπήϊον ὁμιλίας, λέγουσαν ὡς οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελθεῖν. πρὸς δὲ τούτοις διηγεῖσθαι τὴν Φλώραν ἐπιθυμῆσαί τινα τῶν Πομπηΐου συνήθων αὐτῆς Γεμίνιον, καὶ πράγματα πολλὰ παρέχειν πειρῶντα· αὐτῆς δὲ φαμένης οὐκ ἂν ἐθελῆσαι διὰ Πομπήϊον, ἐκείνῳ τὸν Γεμίνιον διαλέγεσθαι· τὸν οὖν Πομπήϊον ἐπιτρέψαι μὲν τῷ Γεμινίῳ, μηκέτι δὲ αὐτὸν ἅψασθαι τὸ παράπαν μηδὲ ἐντυχεῖν αὐτῇ, καίπερ ἐρᾶν δοκοῦντα· τοῦτο δὲ αὐτὴν οὐχ ἑταιρικῶς ἐνεγκεῖν, ἀλλὰ πολὺν ὑπὸ λύπης καὶ πόθου χρόνον νοσῆσαι. καίτοι τὴν Φλώραν οὕτω λέγουσιν ἀνθῆσαι καὶ γενέσθαι περιβόητον ὥστε Κεκίλιον Μέτελλον ἀνδριάσι καὶ γραφαῖς κοσμοῦντα τὸν νεὼν τῶν Διοσκούρων, κἀκείνης εἰκόνα γραψάμενον ἀναθεῖναι διὰ τὸ κάλλος. Πομπήϊος δὲ καὶ τῇ Δημητρίου τοῦ ἀπελευθέρου γυναικί, πλεῖστον ἰσχύσαντος παρʼ αὐτῷ καὶ τετρακισχιλίων ταλάντων ἀπολιπόντος οὐσίαν, ἐχρῆτο παρὰ τὸν αὑτοῦ τρόπον οὐκ ἐπιεικῶς οὐδὲ ἐλευθερίως, φοβηθεὶς τὴν εὐμορφίαν αὐτῆς ἄμαχόν τινα καὶ περιβόητον οὖσαν, ὡς μὴ φανείη κεκρατημένος. οὕτω δὲ πάνυ πόρρωθεν εὐλαβὴς ὢν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένος, ὅμως οὐ διέφυγε τῶν ἐχθρῶν τὸν ἐπὶ τούτῳ ψόγον, ἀλλʼ ἐπὶ ταῖς γαμεταῖς ἐσυκοφαντεῖτο πολλὰ τῶν κοινῶν παριδεῖν καὶ προέσθαι χαριζόμενος ἐκείναις. τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας καὶ λιτότητος καὶ ἀπομνημόνευμα λέγεται τοιοῦτον. ἰατρὸς αὐτῷ νοσοῦντι καὶ κακῶς ἔχοντι πρὸς τὰ σιτία κίχλην προσέταξε λαβεῖν, ὡς δὲ ζητοῦντες οὐχ εὗρον ὤνιον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκόλλῳ διʼ ἔτους τρεφομένας, εἶτα, εἶπεν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήϊος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τι τῶν εὐπορίστων. ταῦτα μὲν οὖν ὕστερον. 3 ἔτι δὲ μειράκιον ὢν παντάπασι καὶ τῷ πατρὶ συστρατευόμενος ἀντιτεταγμένῳ πρὸς Κίνναν , Λευκιόν τινα Τερέντιον εἶχεν ἑταῖρον καὶ σύσκηνον. οὗτος ὑπὸ Κίννα πεισθεὶς χρήμασιν αὐτὸς μὲν ἔμελλε Πομπήϊον ἀποκτενεῖν, ἕτεροι δὲ τὴν σκηνὴν ἐμπρήσειν τοῦ στρατηγοῦ. μηνύσεως δὲ τῷ Πομπηΐῳ περὶ δεῖπνον ὄντι προσπεσούσης, οὐδὲν διαταραχθείς, ἀλλὰ καὶ πιὼν προθυμότερον καὶ φιλοφρονησάμενος τὸν Τερέντιον, ἅμα τῷ τραπέσθαι πρὸς ἀνάπαυσιν ὑπεκρυεὶς τῆς σκηνῆς ἔλαθε, καὶ τῷ πατρὶ φρουρὰν περιστήσας ἡσύχαζεν. ὁ δὲ Τερέντιος, ὡς ἐνόμιζε καιρὸν εἶναι, σπασάμενος τὸ ξίφος ἀνέστη καὶ τῇ στιβάδι τοῦ Πομπηΐου προσελθὼν ὡς κατακειμένου πολλὰς ἐνεφόρει πληγὰς τοῖς στρώμασι. ἐκ δὲ τούτου γίνεται μέγα κίνημα μίσει τοῦ στρατηγοῦ, καὶ πρὸς ἀπόστασιν ὁρμὴ τῶν στρατιωτῶν, τάς τε σκηνὰς ἀνασπώντων καὶ τὰ ὅπλα λαμβανόντων, ὁ μὲν οὖν στρατηγὸς οὐ προῄει δεδιὼς τὸν θόρυβον, ὁ δὲ Πομπήϊος ἐν μέσοις ἀναστρεφόμενος καὶ δακρύων ἱκέτευε, τέλος δὲ ῥίψας ἑαυτὸν ἐπὶ στόμα πρὸ τῆς πύλης τοῦ χάρακος ἐμποδὼν ἔκειτο κλαίων καὶ πατεῖν κελεύων τοὺς ἐξιόντας, ὥστε ἕκαστον ἀναχωρεῖν ὑπʼ αἰδοῦς καὶ πάντας οὕτω πλὴν ὀκτακοσίων μεταβαλέσθαι καὶ διαλλαγῆναι πρὸς τὸν στρατηγόν. 4 ἅμα δὲ τῷ τελευτῆσαι τὸν Στράβωνα, δίκην κλοπῆς ἔσχεν ὑπὲρ αὐτοῦ δημοσίων χρημάτων ὁ Πομπήϊος, καὶ τὰ μὲν πλεῖστα φωράσας ἕνα τῶν ἀπελευθέρων ὁ Πομπήϊος νενοσφισμένον Ἀλέξανδρον, ἀπέδειξε τοῖς ἄρχουσιν, αὐτὸς δὲ λίνα θηρατικὰ καὶ βιβλία τῶν ἐν Ἄσκλῳ ληφθέντων ἔχειν κατηγορεῖτο. ταῦτα δὲ ἔλαβε μὲν παρὰ τοῦ πατρὸς ἑλόντος τὸ Ἄσκλον, ἀπώλεσε δὲ τῶν Κίννα δορυφόρων, ὅτε κατῆλθεν, ὠσαμένων εἰς τὴν οἰκίαν αὐτοῦ καὶ διαρπασάντων. ἐγίνοντο δὲ τῆς δίκης αὐτῷ προαγῶνες οὐκ ὀλίγοι πρὸς τὸν κατήγορον. ἐν οἷς ὀξὺς ἅμα καὶ παρʼ ἡλικίαν εὐσταθὴς φαινόμενος δόξαν ἔσχε μεγάλην καὶ χάριν, ὥστε Ἀντίστιον στρατηγοῦντα καὶ βραβεύοντα τὴν δίκην ἐκείνην ἐρασθῆναι τοῦ Πομπηΐου καὶ γυναῖκα διδόναι τὴν ἑαυτοῦ θυγατέρα καὶ περὶ τούτου τοῖς φίλοις διαλέγεσθαι. δεξαμένου δὲ Πομπηΐου καὶ γενομένων ἐν αὐτοῖς ἀπορρήτων ὁμολογιῶν, ὅμως οὐκ ἔλαθε τοὺς πολλοὺς τὸ πρᾶγμα διὰ τὴν τοῦ Ἀντιστίου σπουδήν. τέλος δὲ τὴν γνώμην ἀναγορεύσαντος αὐτοῦ τῶν δικαστῶν ἀπολύουσαν, ὥσπερ ἐκ παραγγέλματος ὁ δῆμος ἐπεφώνησε τοῦτο δὴ τὸ τοῖς γαμοῦσιν ἐπιφωνούμενον ἐξ ἔθους παλαιοῦ, Ταλασίῳ. τὸ δὲ ἔθος ἀρχὴν λαβεῖν φασὶ τοιαύτην. ὅτε τὰς θυγατέρας τῶν Σαβίνων ἐπὶ θέαν ἀγῶνος εἰς Ῥώμην παραγενομένας οἱ πρωτεύοντες ἀρετῇ Ῥωμαίων ἥρπαζον ἑαυτοῖς γυναῖκας, ἄδοξοί τινες πελάται καὶ βοτῆρες ἀράμενοι κόρην καλὴν καὶ μεγάλην ἐκόμιζον. ὅπως οὖν μὴ προστυχών τις ἀφέληται τῶν κρειττόνων, ἐβόων θέοντες ἅμα Ταλασίῳ τῶν δὲ χαριέντων καὶ γνωρίμων τις ἦν ὁ Ταλάσιος, ὥστε τοὺς ἀκούσαντας τοὔνομα κροτεῖν καὶ βοᾶν οἷον συνηδομένους καὶ συνεπαινοῦντας. ἐκ τούτου φασὶ καὶ γὰρ