Cato the Younger — Plutarch
Κάτων 1 Κάτωνι δὲ τὸ μὲν γένος ἀρχὴν ἐπιφανείας ἔλαβε καὶ δόξης ἀπὸ τοῦ προπάππου Κάτωνος, ἀνδρὸς ἐν δόξῃ καὶ δυνάμει μάλιστα Ῥωμαίων γενομένου διʼ ἀρετήν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, κατελείφθη δὲ γονέων ὀρφανὸς μετʼ ἀδελφοῦ Καιπίωνος καὶ Πορκίας ἀδελφῆς. ἦν δὲ καὶ Σερβιλία Κάτωνος ὁμομήτριος ἀδελφή. καὶ πάντες οὗτοι παρὰ Λιβίῳ Δρούσῳ τροφὴν καὶ δίαιταν εἶχον, θείῳ μὲν ὄντι πρὸς μητρός, ἄγοντι δὲ τὴν πολιτείαν τότε· καὶ γὰρ εἰπεῖν δεινότατος ἦν, καὶ τἆλλα σώφρων ἀνὴρ ἐν τοῖς μάλιστα, καὶ φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος. λέγεται δὲ Κάτων εὐθὺς ἐκ παιδίου τῇ τε φωνῇ καὶ τῷ προσώπῳ καὶ ταῖς περὶ τὰς παιδιὰς διατριβαῖς ἦθος ὑποφαίνειν ἄτρεπτον καὶ ἀπαθὲς καὶ βέβαιον ἐν πᾶσιν. ἰσχύν τε γὰρ εἶχον αὐτοῦ παρʼ ἡλικίαν τελεσιουργὸν αἱ ὁρμαί, καὶ τοῖς κολακεύουσι τραχὺς ὢν καὶ προσάντης, ἔτι μᾶλλον ἐκράτει τῶν ἐκφοβούντων. ἦν δὲ καὶ πρὸς γέλωτα κομιδῇ δυσκίνητος, ἄχρι μειδιάματος σπανίως τῷ προσώπῳ διαχεόμενος, καὶ πρὸς ὀργὴν οὐ ταχὺς οὐδὲ ὀλισθηρός, ὀργισθεὶς δὲ δυσπαραίτητος. ὡς οὖν εἰς τὸ μανθάνειν ἧκε, νωθρὸς ἦν ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνημονικός, ὃ δὴ καὶ πέφυκεν ἄλλως, τοὺς μὲν εὐφυεῖς ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους· γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον. ἔοικε δὲ καὶ τὸ δύσπειστον τῷ Κάτωνι ποιεῖν ἐργωδεστέραν τὴν μάθησιν· πάσχειν γάρ τι τὸ μανθάνειν ἀτεχνῶς ἐστι, καὶ τὸ πείθεσθαι ταχὺ τοῖς ἧττον ἀντέχειν δυναμένοις συμβέβηκε. διὸ πείθονται μᾶλλον νέοι γερόντων καὶ νοσοῦντες ὑγιαινόντων, καὶ ὅλως ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, ῥᾷστον τὸ προστιθέμενον. τῷ μέντοι παιδαγωγῷ τὸν Κάτωνα πείθεσθαι μὲν λέγουσι καὶ ποιεῖν ἅπαν τὸ προσταττόμενον, ἑκάστου δὲ τὴν αἰτίαν ἀπαιτεῖν καὶ τὸ διὰ τί πυνθάνεσθαι. καὶ γὰρ ἦν χαρίεις ὁ παιδαγωγὸς αὐτοῦ καὶ λόγον ἔχων τοῦ κονδύλου προχειρότερον, ὄνομα Σαρπηδών. 2 ἔτι δὲ παιδὸς τοῦ Κάτωνος ὄντος ἔπραττον οἱ σύμμαχοι τῶν Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας· καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καί μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρʼ αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, ἄγε, εἶπεν, ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε τοῦ θείου συναγωνίσασθαι περὶ τῆς πολιτείας. ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καί βλέποντος εἷς τοὺς ξένους ἀτενὲς καί βλοσυρόν, ὁ Πομπαίδιος, σὺ δέ, εἶπεν, ἡμῖν, ὦ νεανία, τί λέγεις; οὐχ οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον, ὥσπερ ὁ ἀδελφός; μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καί τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων ὁμολογεῖν ἐκέλευεν ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος καί ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς θυρίδος κραδαίνων. ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν ὁ Κάτων ἀνέκπληκτος καί ἀδεής, καταθέμενος αὐτὸν Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν· οἷον εὐτύχημα τῆς Ἰταλίας ὅτι παῖς οὗτός ἐστιν· εἰ δὲ ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γίνέσθαι. πάλιν δὲ συγγενοῦς τινος ἐν γενεθλίοις καλέσαντος ἐπὶ δεῖπνον ἄλλους τε παῖδας καί τοὺς περὶ Κάτωνα, σχολὴν ἄγοντες ἔν τινι μέρει τῆς οἰκίας ἔπαιζον αὐτοὶ καθʼ ἑαυτοὺς ἀναμεμιγμένοι νεώτεροι καί πρεσβύτεροι, τὸ δὲ παιζόμενον ἦν δίκαι καί κατηγορίαι καί ἀγωγαὶ τῶν ἁλισκομένων. εἷς οὖν τῶν ἑαλωκότων παίδων εὐπρεπὴς τὴν ὄψιν ὑπὸ πρεσβυτέρου παιδὸς ἀχθεὶς εἴς τι δωμάτιον καί εἱρχθείς ἐπεκαλεῖτο τὸν Κάτωνα, ταχὺ δὴ τὸ γινόμενον συνεὶς ἧκεν ἐπὶ τὰς θύρας ὁ Κάτων, καί διωσάμενος τοὺς προεστῶτας καί διακωλύοντας ἐξήγαγε τὸν παῖδα· καί μετʼ ὀργῆς ἔχων ἀπῆλθεν οἴκαδε, καί παῖδες ἕτεροι συνηκολούθησαν. 3 οὕτω δʼ ἦν περιβόητος ὥστʼ, ἐπειδὴ Σύλλας τὴν παιδικὴν καὶ ἱερὰν ἱπποδρομίαν, ἣν καλοῦσι Τροίαν, ἐπὶ θέᾳ διδάσκων καὶ συναγαγὼν τοὺς εὐγενεῖς παῖδας ἀπέδειξεν ἡγεμόνας δύο, τὸν μὲν ἕτερον οἱ παῖδες ἐδέξαντο διὰ τὴν μητέρα Μετέλλης γὰρ ἦν υἱός, τῆς Σύλλα γυναικός, τὸν δὲ ἕτερον, ἀδελφιδοῦν ὄντα Πομπηΐου, Σέξτον, οὐκ εἴων οὐδὲ ἐβούλοντο μελετᾶν οὐδὲ ἕπεσθαι, πυνθανομένου δὲ τοῦ Σύλλα τίνα βούλοιντο, πάντες ἐβόησαν Κάτωνα, καὶ ὅ γε Σέξτος αὐτὸς εἴξας παρῆκεν ὡς κρείττονι τὴν φιλοτιμίαν. ἔτυχε δὲ καὶ φίλος ὢν ὁ Σύλλας πατρικὸς αὐτοῖς, καί ποτε καὶ προσηγάγετο καὶ προσωμίλησεν, ὀλίγοις πάνυ νέμων τὴν τοιαύτην φιλοφροσύνην, διὰ βάρος καὶ ὄγκον ἧς εἶχεν ἀρχῆς καὶ δυνάμεως, μέγα δὴ ποιούμενος ὁ Σαρπηδὼν τοῦτο πρὸς τιμὴν ἅμα καὶ ἀσφάλειαν, ἦγεν ἀσπασόμενον τὸν Κάτωνα συνεχῶς εἰς τὴν οἰκίαν τοῦ Σύλλα, μηδὲν τότε προσιδεῖν ἀσεβῶν χώρου διαφέρουσαν, ὑπὸ πλήθους τῶν ἀγομένων καὶ στρεβλουμένων. ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον ἰδὼν δὲ κεφαλὰς ἐπιφανῶν ἀνδρῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν ὅ τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐδεὶς ἀποκτίννυσιν. εἰπόντος δὲ ἐκείνου, φοβοῦνται γὰρ αὐτὸν, ὦ παῖ, μᾶλλον, ἢ μισοῦσι, τί οὖν, εἶπεν, οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵνα αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα; τοῦτον τὸν λόγον ἀκούσας ὁ Σαρπηδών, ἅμα δὲ καὶ τὸ βλέμμα καὶ τὸ πρόσωπον αὐτοῦ πιμπλάμενον ὀργῆς καὶ μένους κατιδών, οὕτως ἔδεισεν ὥστε τὸ λοιπὸν ἤδη προσέχειν ἀκριβῶς καὶ παραφυλάττειν, μή τι τολμήσῃ παραβολώτερον. ἔτι μὲν οὖν παιδάριον ὢν μικρόν, ἀπεκρίνατο τοῖς ἐρωτῶσι τίνα φιλεῖ μάλιστα, τὸν ἀδελφόν τίνα δεύτερον, ὁμοίως τὸν ἀδελφόν, καὶ τρίτον, ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ὁ ἐρωτῶν, γενόμενος δʼ ἐν ἡλικίᾳ μᾶλλον ἐβεβαίου τὴν πρὸς τὸν ἀδελφόν εὔνοιαν. ἔτη γὰρ εἴκοσι γεγονώς χωρὶς Καιπίωνος οὐκ ἐδείπνησεν, οὐκ ἀπεδήμησεν, εἰς ἀγορὰν οὐ προῆλθε. μύρον δʼ ἐκείνου λαμβάνοντος αὐτὸς παρῃτεῖτο· καὶ τἆλλα τὰ περὶ τὴν δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος, ὁ γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, ἀλλʼ ὅταν, ἔφη, παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιππίου διαφέρειν, τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας. 4 ὁ δὲ Κάτων ἐπειδὴ τὴν ἱερωσύνην ἔλαβε τοῦ Ἀπόλλωνος, μετοικήσας καὶ νειμάμενος μοῖραν τῶν πατρῴων ἑκατὸν εἴκοσι ταλάντων γενομένην, τὴν μὲν δίαιταν ἔτι μᾶλλον συνέστειλεν, Ἀντίπατρον δὲ Τύριον τῶν ἀπὸ τῆς στοᾶς φιλοσόφων προσεταιρισάμενο