Nemean — Pindar
Nemean Odes Nemean 1 ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΙΠΠΟΙΣ ἄμπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία, δέμνιον Ἀρτέμιδος, Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν· ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος. ἀρχαὶ δὲ βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς. ἔστι δʼ ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον· μεγάλων δʼ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ. σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς. ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών. ἔσταν δʼ ἐπʼ αὐλείαις θύραις ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, ἔνθα μοι ἁρμόδιον δεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν ἀντίον. τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν συγγενὲς οἷς ἕπεται. Ἁγησιδάμου παῖ, σέο δʼ ἀμφὶ τρόπῳ τῶν τε καὶ τῶν χρήσιες. οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως, ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, ὡς οὐ λαθὼν χρυσόθρονον Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα· ἀλλὰ θεῶν βασιλ έα σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ. τοὶ μὲν οἰχθεισᾶν πυλᾶν ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας, δισσαῖσι δοιοὺς αὐχένων μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας· ἀγχομένοις δὲ χρόνος ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων. ἐκ δʼ ἄρʼ ἄτλατον δέος πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει· καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον· ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς· εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον. ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον λῆμά τε καὶ δύναμιν υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥῆσιν θέσαν. γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις, ὅσσους μὲν ἐν χέρσῳ κτανών, ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας· καί τινα σὺν πλαγίῳ ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ. καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον. Nemean 2 ΤΙΜΟΔΗΜῼ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗι ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου ἐν πολυυμνήτῳ Διὸς ἄλσει. ὀφείλει δʼ ἔτι, πατρίαν εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις, θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι. καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ παγκρατίου τλάθυμος ἀέξει. Ἀχάρναι δὲ παλαίφατοι εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις, Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται. παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν· ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη· ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ· ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ. Nemean 3 ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΑΣΤΗι ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι, τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι. διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου· ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ, στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν· τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο· ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει. εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές, ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν ἄκραν ἐμὸν πλόον παραμείβ εαι ; Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν, ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν· οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες· οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών· ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς, καὶ ποντίαν Θέτιν κατέμαρψεν ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν· καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν. συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει· ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται. ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον, κάπρους τʼ ἔν