Numa — Plutarch
Νομᾶς 1 ἔστι δὲ καὶ περὶ τῶν Νομᾶ τοῦ βασιλέως χρόνων, καθʼ οὓς γέγονε, νεανικὴ διαφορά, καίπερ ἐξ ἀρχῆς εἰς τοῦτον κατάγεσθαι τῶν στεμμάτων ἀκριβῶς δοκούντων. ἀλλὰ Κλώδιός τις ἐν ἐλέγχῳ χρόνων οὕτω γάρ πως ἐπιγέγραπται τὸ βιβλίον ἰσχυρίζεται τὰς μὲν ἀρχαίας ἐκείνας ἀναγραφὰς ἐν τοῖς Κελτικοῖς πάθεσι τῆς πόλεως ἠφανίσθαι, τὰς δὲ νῦν φαινομένας οὐκ ἀληθῶς συγκεῖσθαι διʼ ἀνδρῶν χαριζομένων τισὶν εἰς τὰ πρῶτα γένη καὶ τοὺς ἐπιφανεστάτους οἴκους ἐξ οὐ προσηκόντων εἰσβιαζομένοις. λεγομένου δὲ οὖν ὡς Νομᾶς γένοιτο Πυθαγόρου συνήθης, οἱ μὲν ὅλως ἀξιοῦσι μηδὲν Ἑλληνικῆς παιδεύσεως Νομᾷ μετεῖναι, καθάπερ ἢ φύσει δυνατὸν καὶ αὐτάρκη γενέσθαι πρὸς ἀρετὴν ἢ βελτίονι Πυθαγόρου βαρβάρῳ τινὶ τὴν τοῦ βασιλέως ἀποδοῦναι παίδευσιν οἱ δὲ Πυθαγόραν μὲν ὀψὲ γενέσθαι, τῶν Νομᾶ χρόνων ὁμοῦ τι πέντε γενεαῖς ἀπολειπόμενον, Πυθαγόρου δὲ τὸν Σπαρτιάτην Ὀλύμπια νενικηκότα στάδιον ἐπὶ τῆς ἑκκαιδεκάτης Ὀλυμπιάδος, ἧς ἔτει τρίτῳ Νομᾶς εἰς τὴν βασιλείαν κατέστη, πλανηθέντα περὶ τὴν Ἰταλίαν συγγενέσθαι τῷ Νομᾷ καὶ συνδιακοσμῆσαι τὴν πολιτείαν, ὅθεν οὐκ ὀλίγα τοῖς Ῥωμαϊκοῖς ἐπιτηδεύμασι τῶν Λακωνικῶν ἀναμεμῖχθαι Πυθαγόρου διδάξαντος, ἄλλως δὲ Νομᾶς γένος μὲν ἦν ἐκ Σαβίνων, Σαβῖνοι δὲ βούλονται Λακεδαιμονίων ἑαυτοὺς ἀποίκους γεγονέναι. τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον, ἀπʼ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν ἃ δὲ παρειλήφαμεν ἡμεῖς ἄξια λόγου περὶ Νομᾶ, διέξιμεν ἀρχὴν οἰκείαν λαβόντες. 2 ἕβδομον ἐνιαυτὸν ἡ Ῥώμη καὶ τριακοστὸν ἤδη Ῥωμύλου βασιλεύοντος ᾠκεῖτο· πέμπτῃ δὲ ἱσταμένου μηνός, ἣν νῦν ἡμέραν νώνας Καπρατίνας καλοῦσι, θυσίαν τινὰ δημοτελῆ πρὸ τῆς πόλεως ὁ Ῥωμύλος ἔθυε περὶ τὸ καλούμενον Αἰγὸς ἕλος, καὶ παρῆν ἥ τε βουλὴ καὶ τοῦ δήμου τὸ πλεῖστον. ἐξαίφνης δὲ μεγάλης περὶ τὸν ἀέρα τροπῆς γενομένης καὶ νέφους ἐπὶ τὴν γῆν ἐρείσαντος ἅμα πνεύματι καὶ ζάλῃ, τὸν μὲν ἄλλον ὅμιλον ἐκπλαγέντα συνέβη φυγεῖν καὶ σκεδασθῆναι, τὸν δὲ Ῥωμύλον ἀφανῆ γενέσθαι, καὶ μήτε αὐτὸν ἔτι μήτε σῶμα τεθνηκότος εὑρεθῆναι, χαλεπὴν δὲ τινʼ ὑπόνοιαν ἅψασθαι τῶν πατρικίων, καὶ ῥυῆναι λόγον ἐν τῷ δήμῳ κατʼ αὑτῶν ὡς πάλαι βαρυνόμενοι τὸ βασιλεύεσθαι καὶ μεταστῆσαι τὸ κράτος εἰς αὑτοὺς θέλοντες ἀνέλοιεν τὸν βασιλέα, καὶ γάρ ἐδόκει τραχύτερον ἤδη προσφέρεσθαι καὶ μοναρχικώτερον αὐτοῖς. ἀλλὰ ταύτην μὲν τὴν ὑποψίαν ἐθεράπευον εἰς θεῶν τιμὰς ἀνάγοντες ὡς οὐ τεθνηκότα τὸν Ῥωμύλον, ἀλλὰ κρείττονος ὄντα μοίρας· καὶ Πρόκλος, ἀνὴρ ἐπιφανής, διωμόσατο Ῥωμύλον ἰδεῖν εἰς οὐρανὸν σὺν τοῖς ὅπλοις ἀναφερόμενον, καὶ φωνῆς ἀκοῦσαι κελεύοντος αὐτὸν ὀνομάζεσθαι Κυρῖνον. ἑτέρα δὲ ταραχὴ καὶ στάσις κατελάμβανε τὴν πόλιν ὑπὲρ τοῦ μέλλοντος ἀποδειχθήσεσθαι βασιλέως, οὔπω τῶν ἐπηλύδων κομιδῇ τοῖς πρώτοις συγκεκραμένων πολίταις, ἀλλʼ ἔτι τοῦ τε δήμου πολλὰ κυμαίνοντος ἐν ἑαυτῷ καὶ τῶν πατρικίων ἐν ὑποψίαις ἐκ τοῦ διαφόρου πρὸς ἀλλήλους ὄντων, οὐ μὴν ἀλλὰ βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἤρισαν δὲ καὶ διέστησαν οὐχ ὑπὲρ ἀνδρὸς μόνον, ἀλλὰ καὶ γένους, ὁπότερον παρέξει τὸν ἡγεμόνα, καὶ γάρ οἱ μετὰ Ῥωμύλου· πρῶτοι συνοικίσαντες τὴν πόλιν οὐκ ἀνασχετὸν ἐποιοῦντο πόλεως καὶ χώρας τοὺς Σαβίνους μεταλαβόντας ἄρχειν βιάζεσθαι τῶν ἐπὶ ταῦτα δεξαμένων, καὶ τοῖς Σαβίνοις ἦν τις εὐγνώμων λόγος, ἐπεὶ Τατίου τοῦ βασιλέως αὑτῶν ἀποθανόντος οὐκ ἐστασίασαν πρὸς Ῥωμύλον, ἀλλʼ εἴασαν ἄρχειν μόνον, αὖθις ἀξιούντων τὸν ἄρχοντα γενέσθαι παρʼ αὑτῶν, οὔτε γάρ ἐκ ταπεινοτέρων κρείττοσι προσγενέσθαι, καὶ προσγενόμενοι πλήθει τε ῥῶσαι καὶ προαγαγεῖν εἰς ἀξίωμα πόλεως ἐκείνους μεθʼ ἑαυτῶν, ὑπὲρ μὲν οὖν τούτων ἐστασίαζον. ὅπως δὲ μὴ σύγχυσιν ἐκ τῆς ἀναρχίας ἡ στάσις ἀπεργάσεται, μετεώρου τοῦ πολιτεύματος ὄντος, ἔταξαν οἱ πατρίκιοι, πεντήκοντα καὶ ἑκατὸν ὄντων αὑτῶν, ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς τὰ νενομισμένα καὶ χρηματίζειν ἓξ μὲν ὥρας τῆς νυκτός, ἓξ δὲ τῆς ἡμέρας. καὶ γὰρ ἡ διανομὴ τῶν καιρῶν ἑκατέρου πρὸς ἱσότητα καλῶς ἔχειν ἐδόκει τοῖς ἄρχουσι, καὶ πρὸς τὸν δῆμον ἡ μεταβολὴ τῆς ἐξουσίας ἀφαιρεῖν τὸν φθόνον, ὁρῶντα τῆς αὐτῆς ἡμέρας καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. τὸ δὲ σχῆμα τοῦτο τῆς ἀρχῆς μεσοβασιλείαν Ῥωμαῖοι καλοῦσιν. 3 ἀλλὰ καίπερ οὕτω πολιτικῶς καὶ ἀνεπαχθῶς ἀφηγεῖσθαι δοκοῦντες, ὑπονοίαις καὶ θορύβοις περιέπιπτον, ὡς μεθιστάντες εἰς ὀλιγαρχίαν τὰ πράγματα καὶ διαπαιδαγωγοῦντες ἐν σφίσιν αὐτοῖς τὴν πολιτείαν, βασιλεύεσθαι δὲ οὐκ ἐθέλοιεν. ἐκ τούτου συνέβησαν ἀμφότεραι πρὸς ἀλλήλας αἱ στάσεις, ὥστε τὴν ἑτέραν ἐκ τῆς ἑτέρας ἀποδεῖξαι βασιλέα· μάλιστα γάρ ἂν οὕτως ἔν τε τῷ παρόντι παύσασθαι τὴν φιλονεικίαν, καὶ τὸν ἀποδειχθέντα πρὸς ἀμφοτέρους ἴσον γενέσθαι, τοὺς μὲν ὡς ἑλομένους ἀγαπῶντα, τοῖς δὲ εὔνουν ὄντα διὰ συγγένειαν, ἐπιτρεψάντων δὲ προτέροις τοῖς Ῥωμαίοις τῶν Σαβίνων τὴν αἵρεσιν, ἔδοξε μᾶλλον ἑλέσθαι Σαβῖνον αὐτοὺς ἀποδείξαντας ἢ παρασχεῖν Ῥωμαῖον ἐκείνων ἑλομένων. καὶ βουλευσάμενοι καθʼ ἑαυτοὺς ἀποδεικνύουσιν ἐκ Σαβίνων Νομᾶν Πομπίλιον, ἄνδρα τῶν μὲν εἰς Ῥώμην ἀπῳκισμένων οὐ γενόμενον. γνώριμον δ’ οὕτω διʼ ἀρετὴν ὄντα πᾶσιν ὥστε τῶν ἑλομένων προθυμότερον ὀνομασθέντος αὐτοῦ δέξασθαι τοὺς Σαβίνους, φράσαντες οὖν τῷ δήμῳ τὰ δεδογμένα, πρέσβεις ἐκπέμπουσι πρὸς τὸν ἄνδρα κοινῇ τοὺς πρωτεύοντας ἀπʼ ἀμφοτέρων, ἥκειν δεησομένους καὶ παραλαβεῖν τὴν βασιλείαν. ἦν δὲ πόλεως μὲν ὁ Νομᾶς ἐπιφανοῦς ἐν Σαβίνοις τῆς Κύρεων, ἀφʼ ἧς καὶ Κυρίτας Ῥωμαῖοι σφᾶς αὐτοὺς ἅμα τοῖς ἀνακραθεῖσι Σαβίνοις προσηγόρευσαν, υἱὸς δὲ Πόμπωνος, ἀνδρὸς εὐδοκίμου, τεσσάρων ἀδελφῶν νεώτατος· ἡμέρᾳ δὲ γεγονὼς κατὰ δή τινα θείαν τύχην ἐν ᾗ τὴν Ῥώμην ἔκτισαν οἱ περὶ Ῥωμύλον αὕτη δὲ ἐστι πρὸ δεκαμιᾶς καλανδῶν Μαΐων. φύσει δὲ πρὸς πᾶσαν ἀρετὴν εὖ κεκραμένος τὸ ἦθος, ἔτι μᾶλλον αὑτὸν ἐξημέρωσε διὰ παιδείας καὶ κακοπαθείας καὶ φιλοσοφίας, οὐ μόνον τὰ λοιδορούμενα πάθη τῆς ψυχῆς, ἀλλὰ καὶ τὴν εὐδοκιμοῦσαν ἐν τοῖς βαρβάροις βίαν καὶ πλεονεξίαν ἐκποδὼν ποιησάμενος, ἀνδρείαν δὲ ἀληθῆ τὴν ὑπὸ λόγου τῶν ἐπιθυμιῶν ἐν αὑτῷ κάθειρξιν ἡγούμενος. ἐκ δὲ τούτου πᾶσαν οἴκοθεν ἅμα τρυφὴν καὶ πολυτέλειαν ἐξελαύνων, παντὶ δὲ πολίτῃ καὶ ξένῳ χρῆσθαι παρέχων ἑαυτὸν ἄμεμπτον δικαστὴν καὶ σύμβουλον, αὐτὸς δ’ ἑαυτῷ σχολάζοντι χρώμενος οὐδὲν πρὸς ἡδυπαθείας καὶ πορισμούς, ἀλ