Sulla — Plutarch
Σύλλας 1 Λεύκιος δὲ Κορνήλιος Σύλλας γένει μὲν ἦν ἐκ πατρικίων, οὓς εὐπατρίδας ἄν τις εἴποι, τῶν δὲ προγόνων αὐτοῦ λέγουσι Ῥουφῖνον ὑπατεῦσαι, καὶ τούτῳ δὲ τῆς τιμῆς ἐπιφανεστέραν γενέσθαι τὴν ἀτιμίαν. εὑρέθη γὰρ ἀργυρίου κοίλου κεκτημένος ὑπὲρ δέκα λίτρας, τοῦ νόμου μὴ διδόντος· ἐπὶ τούτῳ δὲ τῆς βουλῆς ἐξέπεσεν. οἱ δὲ μετʼ ἐκεῖνον ἤδη ταπεινὰ πράττοντες διετέλεσαν, αὐτός τε Σύλλας ἐν οὐκ ἀφθόνοις ἐτράφη τοῖς πατρῴοις. γενόμενος δὲ μειράκιον ᾤκει παρʼ ἑτέροις ἐνοίκιον οὐ πολὺ τελῶν, ὡς ὕστερον ὠνειδίζετο παρʼ ἀξίαν εὐτυχεῖν δοκῶν, σεμνυνομένῳ μὲν γὰρ αὐτῷ καὶ μεγαληγοροῦντι μετὰ τὴν ἐν Λιβύῃ στρατείαν λέγεταί τις εἰπεῖν τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν, καὶ πῶς ἂν εἴης σὺ χρηστός, ὃς τοῦ πατρός σοι μηδὲν καταλιπόντος τοσαῦτα κέκτησαι· καὶ γὰρ οὐκ ἔτι τῶν βίων ἐν ἤθεσιν ὀρθίοις καὶ καθαροῖς μενόντων, ἀλλʼ ἐγκεκλικότων καὶ παραδεδεγμένων τρυφῆς καὶ πολυτελείας ζῆλον, εἰς ἴσον ὅμως ὄνειδος ἐτίθεντο τοὺς ὑπάρχουσαν εὐπορίαν ἀπολέσαντας καὶ τοὺς πενίαν πατρῴαν μὴ διαφυλάξαντας. ὕστερον δὲ ἤδη κρατοῦντος αὐτοῦ καὶ πολλοὺς ἀποκτιννύντος, ἀπελευθερικὸς ἄνθρωπος, δοκῶν κρύπτειν ἕνα τῶν προγεγραμμένων καὶ κατακρημνίζεσθαι διὰ τοῦτο μέλλων, ὠνείδισε τὸν Σύλλαν ὅτι πολὺν χρόνον ἐν μιᾷ συνοικίᾳ διῃτῶντο, φέροντες ἐνοίκιον αὐτός μὲν τῶν ἄνω δισχιλίους νούμμους, ἐκεῖνος δὲ τῶν ὑποκάτω τρισχιλίους, ὥστε τῆς τύχης αὐτῶν τὸ μεταξὺ χιλίους εἶναι νούμμους, οἳ πεντήκοντα καὶ διακοσίας δραχμὰς Ἀττικὰς δύνανται, ταῦτα μὲν οὖν ἱστοροῦσι περὶ τῆς παλαιᾶς τοῦ Σύλλα τύχης. 2 τοῦ δὲ σώματος αὐτοῦ τὸ μὲν ἄλλο εἶδος ἐπὶ τῶν ἀνδριάντων φαίνεται, τὴν δὲ τῶν ὀμμάτων γλαυκότητα δεινῶς πικρὰν καὶ ἄκρατον οὖσαν ἡ χρόα τοῦ προσώπου φοβερωτέραν ἐποίει προσιδεῖν. ἐξήνθει γὰρ τὸ ἐρύθημα τραχὺ καὶ σποράδην καταμεμιγμένον τῇ λευκότητι· πρὸς ὃ καὶ τοὔνομα λέγουσιν αὐτῷ γενέσθαι τῆς χρόας ἐπίθετον, καὶ τῶν Ἀθήνησι γεφυριστῶν ἐπέσκωψέ τις εἰς τοῦτο ποιήσας· συκάμινόν ἐσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον. τοῖς δὲ τοιούτοις τῶν τεκμηρίων οὐκ ἄτοπόν ἐστι χρῆσθαι περὶ ἀνδρός, ὃν οὕτω φιλοσκώμμονα φύσει γεγονέναι λέγουσιν, ὥστε νέον μὲν ὄντα καὶ ἄδοξον ἔτι μετὰ μίμων καὶ γελωτοποιῶν διαιτᾶσθαι καὶ συνακολασταίνειν, ἐπεὶ δὲ κύριος ἁπάντων κατέστη, συναγαγόντα τῶν ἀπὸ σκηνῆς καὶ θεάτρου τοὺς ἰταμωτάτους ὁσημέραι πίνειν καὶ διαπληκτίζεσθαι τοῖς σκώμμασι, τοῦ τε γήρως ἀωρότερα πράττειν δοκοῦντα καὶ πρὸς τῷ καταισχύνειν τὸ ἀξίωμα τῆς ἀρχῆς πολλὰ τῶν δεομένων ἐπιμελείας προϊέμενον. οὐ γὰρ ἦν τῷ Σύλλᾳ περὶ δεῖπνον ὄντι χρήσασθαι σπουδαῖον οὐδέν, ἀλλʼ ἐνεργὸς ὢν καὶ σκυθρωπότερος παρὰ τὸν ἄλλον χρόνον, ἀθρόαν ἐλάμβανε μεταβολὴν ὁπότε πρῶτον ἑαυτὸν εἰς συνουσίαν καταβάλοι καὶ πότον, ὥστε μιμῳδοῖς καὶ ὀρχησταῖς τιθασὸς εἶναι καὶ πρὸς πᾶσαν ἔντευξιν ὑποχείριος καὶ κατάντης. ταύτης δὲ τῆς ἀνέσεως ἔοικε γεγονέναι νόσημα καὶ ἡ πρὸς τοὺς ἔρωτας εὐχέρεια καὶ ῥύσις αὐτοῦ τῆς φιληδονίας, ἧς οὐδὲ γηράσας ἐπαύσατο, Μητροβίου δὲ τῶν ἀπὸ σκηνῆς τινος ἐρῶν διετέλεσεν ἔτι νέος ὤν. καὶ συνήντησεν αὐτῷ τὸ τοιοῦτον ἀρξάμενος γὰρ ἐρᾶν κοινῆς μέν, εὐπόρου δὲ γυναικός, ὄνομα Νικοπόλεως, καὶ διὰ συνήθειαν καὶ χάριν, ἣν ἀφʼ ὥρας εἶχεν, εἰς ἐρωμένου σχῆμα περιελθών, ἀπελείφθη κληρονόμος ὑπὸ τῆς ἀνθρώπου τελευτώσης. ἐκληρονόμησε δὲ καὶ τὴν μητρυιάν, ἀγαπηθεὶς ὥσπερ υἱὸς ὑπʼ αὐτῆς· καὶ μετρίως μὲν ἀπὸ τούτων εὐπόρησεν. 3 ἀποδειχθεὶς δὲ ταμίας ὑπατεύοντι Μαρίῳ τὴν πρώτην ὑπατείαν, συνεξέπλευσεν εἰς Λιβύην πολεμήσων Ἰογόρθαν. γενόμενος δὲ ἐπὶ στρατοπέδου τά τε ἄλλα παρεῖχεν ἑαυτὸν εὐδόκιμον, καὶ καιρῷ παραπεσόντι χρησάμενος εὖ φίλον ἐποιήσατο τὸν τῶν Νομάδων βασιλέα Βόκχον. πρεσβευτὰς γὰρ αὐτοῦ λῃστήριον Νομαδικὸν ἐκφυγόντας ὑποδεξάμενος καὶ φιλοφρονηθείς, δῶρα καὶ πομπὴν ἀσφαλῆ παρασχὼν ἀπέστειλεν. ὁ δὲ Βόκχος ἐτύγχανε μὲν ἔτι γε πάλαι γαμβρὸν ὄντα μισῶν καὶ φοβούμενος τὸν Ἰογόρθαν, τότε δὲ ἡττημένῳ καὶ πεφευγότι πρὸς αὐτὸν ἐπιβουλεύων ἐκάλει τὸν Σύλλαν, διʼ ἐκείνου μάλιστα βουλόμενος τὴν σύλληψιν καὶ παράδοσιν τοῦ Ἰογόρθα γενέσθαι ἢ διʼ αὑτοῦ, κοινωσάμενος δὲ τῷ Μαρίῳ καὶ λαβὼν στρατιώτας ὀλίγους ὁ Σύλλας τὸν μέγιστον ὑπέδυ κίνδυνον, ὅτι βαρβάρῳ καὶ πρὸς τοὺς οἰκειοτάτους ἀπίστῳ πιστεύσας, ὑπὲρ τοῦ παραλαβεῖν ἕτερον ἑαυτὸν ἐνεχείρισεν. οὐ μὴν ἀλλὰ ὁ Βόκχος ἀμφοτέρων κύριος γενόμενος, καὶ καταστήσας ἑαυτὸν εἰς ἀνάγκην τοῦ παρασπονδῆσαι τὸν ἕτερον, καὶ πολλὰ διενεχθεὶς τῇ γνώμῃ, τέλος ἐκύρωσε τὴν πρώτην προδοσίαν καὶ παρέδωκε τῷ Σύλλᾳ τὸν Ἰογόρθαν. ὁ μὲν οὖν θριαμβεύων ἐπὶ τούτῳ Μάριος ἦν, ?; δὲ δόξα τοῦ κατορθώματος, ἣν ὁ Μαρίου φθόνος Σύλλᾳ προσετίθει, παρελύπει τὸν Μάριον ἡσυχῇ. καὶ γὰρ αὐτὸς ὁ Σύλλας φύσει τε μεγάλαυχος ὢν καὶ τότε πρῶτον ἐκ βίου ταπεινοῦ καὶ ἀγνῶτος ἔν τινι λόγῳ γεγονὼς παρὰ τοῖς πολίταις, καὶ τοῦ τιμᾶσθαι γευόμενος, εἰς τοῦτο φιλοτιμίας προῆλθεν ὥστε γλυψάμενος ἐν δακτυλίῳ φορεῖν εἰκόνα τῆς πράξεως, καὶ ταύτῃ γε χρώμενος ἀεὶ διετέλεσεν. ἦν δὲ ἡ γραφὴ Βόκχος μὲν παραδιδούς, Σύλλας δὲ παραλαμβάνων τὸν Ἰογόρθαν. 4 ἠνία μὲν οὖν ταῦτα τὸν Μάριον· ἔτι δὲ ἡγούμενος ἐλάττονα τοῦ φθονεῖσθαι τὸν Σύλλαν, ἐχρῆτο πρὸς τὰς στρατείας, τὸ μὲν δεύτερον ὑπατεύων πρεσβευτῇ, τὸ δὲ τρίτον χιλιάρχῳ, καὶ πολλὰ διʼ ἐκείνου τῶν χρησίμων κατωρθοῦτο. πρεσβεύων τε γὰρ ἡγεμόνα Τεκτοσάγων Κόπιλλον εἷλε, καὶ χιλιαρχῶν μέγα καὶ πολυάνθρωπον ἔθνος Μαρσοὺς ἔπεισε φίλους γενέσθαι καὶ συμμάχους Ῥωμαίων, ἐκ δὲ τούτων τὸν Μάριον αἰσθόμενος ἀχθόμενον αὐτῷ καὶ μηκέτι προϊέμενον ἡδέως πράξεων ἀφορμάς, ἀλλὰ ἐνιστάμενον τῇ αὐξήσει, Κάτλῳ, τῷ συνάρχοντι τοῦ Μαρίου, προσένειμεν ἑαυτόν, ἀνδρὶ χρηστῷ μέν, ἀμβλυτέρῳ δὲ πρὸς τοὺς ἀγῶνας, ὑφʼ οὗ τὰ πρῶτα καὶ μέγιστα πιστευόμενος εἰς δύναμιν ἅμα δόξῃ προῄει. καὶ πολέμῳ μὲν αἱρεῖ πολὺ μέρος τῶν ἐν ταῖς Ἄλπεσι βαρβάρων, ἐπιλιπούσης δὲ τῆς ἀγορᾶς ἀναδεξάμενος τὴν ἐπιμέλειαν τοσαύτην ἐποίησε περιουσίαν, ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν. ἐφʼ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον. ἡ μὲν οὖν ἔχθρα βραχεῖαν οὕτω καὶ μειρακιώδη λαβοῦσα τὴν πρώτην ὑπόθεσιν καὶ ἀρχήν, εἶτα χωροῦσα διʼ αἵματος ἐμφυλίου καὶ στάσεων ἀνηκέστων ἐπὶ τυραννίδα καὶ σύγχυσιν ἁπάντων πραγμάτων, ἀπέδειξε τὸν Εὐριπίδην σοφὸν ἄνδρα καὶ πολιτικῶν ἐπιστήμονα νοσημάτων, διακελευσάμενον φυλάττεσθαι τὴν φιλοτιμίαν ὡς ὀλεθριωτάτην καὶ κακίστην δαίμονα τοῖς χ