Hymn to Artemis — Callimachus
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν, καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ. δὸς δʼ ἰοὺς καὶ τόξα—ἔα, πάτερ, οὔ σε Φαρέτρην οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα· ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω. δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν, δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν· οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων. ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας, μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσʼ ἐθελημὸς αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει. τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω, τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι· πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος. ὣς ὁ μὲν εἰπὼν μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ· ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς, οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς. αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα πρηόσιν Ὀσσαίοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρὺν φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη, αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει, εὖθʼ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν. τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτʼ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαὶ οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι, μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ, Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος αἰθῇ· αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας. κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα, εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα, Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης, ὤλοψας δὲ βίηφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ. τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων. αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν. ἔννεπες· οἱ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο, δαῖμον, αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων, εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι. ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός· ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη. πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον, ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά. ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν; Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης; Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί. ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου; πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δὴν ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον, σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν· κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη, κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη. οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν· οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται. πότνια, τ