Ecclesiazusae — Aristophanes
Πραξάγορα Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον· γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν· τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις· ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς, λορδουμένων τε σωμάτων ἐπιστάτην ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα· στοάς τε καρποῦ Βακχίου τε νάματος πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς· καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν. καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας, ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι, δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν. τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν; ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ. Γυνὴ Α ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν. Πραξάγορα ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν. δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν. Γυνὴ Β ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων, ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ, τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν, ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον. Γυνὴ Α καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην. Πραξάγορα οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα. Γυνὴ Α τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην σπεύδουσαν ἐν ταῖς ἐμβάσιν; Πραξάγορα καίτοι δοκεῖ κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη. Γυνὴ Α τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα; Γυνὴ Β καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει. Γυνὴ Γ καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος. Πραξάγορα κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε. Γυνὴ Α ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον· ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου, ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον. Γυνὴ Β κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής. Πραξάγορα ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα; Γυνὴ Α νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί. Γυνὴ Β κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα. Πραξάγορα ὑμεῖς δὲ τί φατε; Γυνὴ Α φασί· κατανεύουσι γάρ. Πραξάγορα καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα. Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν. Γυνὴ Α ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ. Γυνὴ Β τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται. Πραξάγορα νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον. ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν· ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται. Γυνὴ Α νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ. Γυνὴ Β ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας. Πραξάγορα πληρουμένης τάλαινα; Γυνὴ Β νὴ τὴν Ἄρτεμιν ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία. Πραξάγορα ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει. οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον. ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ, τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν; Γυνὴ Α Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή· νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει. Πραξάγορα τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν· νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν. Γυνὴ Α καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία δημηγορήσει; Πραξάγορα πολὺ μὲν οὖν ἄριστά που. λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν· ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά. Γυνὴ Α οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία. Πραξάγορα οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν. οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που. Γυνὴ Α τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται; Πραξάγορα ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ· ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν. Γυνὴ Α δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται. Πραξάγορα πῶς καταγέλαστον; Γυνὴ Α ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις. Πραξάγορα ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν. πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν. κάθιζε παριών. τίς ἀγορεύειν βούλεται; Γυνὴ Α ἐγώ. Πραξάγορα περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ. Γυνὴ Α ἰδού. Πραξάγορα λέγοις ἄν. Γυνὴ Α εἶτα πρὶν πιεῖν λέγω; Πραξάγορα ἰδοὺ πιεῖν. Γυνὴ Α τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην; Πραξάγορα ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω κἀκεῖ. Γυνὴ Α τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ; Πραξάγορα ἰδού γε σοὶ πίνουσι. Γυνὴ Α νὴ τὴν Ἄρτεμιν καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα. καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν; καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες, καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται, Πραξάγορα σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ. Γυνὴ Α νὴ τὸν Δίʼ ἦ μοι